§2.56.1ἤδη δʼ αὐτῶν ἐγγιζόντων τῇ νήσῳ τῶν ἐγχωρίων τινὰς ἀπαντήσαντας καταγαγεῖν τὸ σκάφος· τοὺς δὲ κατὰ τὴν νῆσον συνδραμόντας θαυμάζειν μὲν τὸν τῶν ξένων κατάπλουν, προσενεχθῆναι δὲ αὐτοῖς ἐπιεικῶς καὶ μεταδιδόναι τῶν παρʼ αὐτοῖς χρησίμων.
当他们已经接近该岛时,一些当地居民前来迎接,并将小船拉上岸;岛上的人聚集在一起,对这些外邦人的到来感到惊奇,但对他们非常友善,并与他们分享自己拥有的有用之物。
§2.56.2εἶναι δὲ τοὺς τὴν νῆσον οἰκοῦντας ταῖς τε τῶν σωμάτων ἰδιότησι καὶ ταῖς ἀγωγαῖς πολὺ διαλλάττοντας τῶν κατὰ τὴν ἡμετέραν οἰκουμένην· πάντας μὲν γὰρ παραπλησίους εἶναι τοῖς ἀναπλάσμασι τῶν σωμάτων, καὶ κατὰ τὸ μέγεθος ὑπεράγειν τοὺς τέτταρας πήχεις, τὰ δὲ ὀστᾶ τοῦ σώματος ἔχειν ἐπὶ ποσὸν καμπτόμενα καὶ πάλιν ἀποκαθιστάμενα παραπλησίως τοῖς νευρώδεσι τόποις.
居住在该岛上的人,无论是在身体特征还是在生活方式上,都与我们居住世界的人大不相同;因为他们都非常类似于雕塑般的身体模型,身高超过四肘,且他们身体的骨骼可以在一定程度上弯曲,然后又恢复原状,类似于肌腱部位。
§2.56.3εἶναι δὲ τοῖς σώμασιν ἁπαλοὺς μὲν καθʼ ὑπερβολήν, εὐτονωτέρους δὲ πολὺ τῶν παρʼ ἡμῖν· δραξαμένων γὰρ αὐτῶν ταῖς χερσὶν ὁδηποτοῦν μηδένα δύνασθαι τὸ τοῖς δακτύλοις περιληφθὲν ἐκτρέψαι.
他们的身体极其柔软,但比我们这里的人要强壮得多;因为一旦他们用手抓住了任何东西,就没有人能夺走被他们手指握住的物品。
τρίχας δʼ ἁπλῶς μηδαμῇ τοῦ σώματος ἔχειν πλὴν ἐν τῇ κεφαλῇ καὶ ὀφρύσι καὶ βλεφάροις, ἔτι δὲ καὶ πώγωνι, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος οὕτω λεῖα ὥστε μηδὲ τὸν ἐλάχιστον χνοῦν ἐν τῷ σώματι φαίνεσθαι.
他们身体的其他任何地方都绝对没有毛发,除了头部、眉毛、睫毛以及胡须,而身体的其他部分非常光滑,以至于在身上连最细微的绒毛都看不见。
§2.56.4εἶναι δὲ καὶ τῷ κάλλει διαπρεπεῖς καὶ ταῖς ἄλλαις περιγραφαῖς τοῦ σώματος εὐρύθμους.
他们在美貌上也很杰出,身体的其他轮廓也很匀称。
καὶ τὰ μὲν τῆς ἀκοῆς τρήματα πολὺ τῶν παρʼ ἡμῖν ἔχειν εὐρυχωρέστερα, καὶ καθάπερ ἐπιγλωττίδας αὐτοῖς ἐκπεφυκέναι.
他们的耳孔比我们的大得多,并且长有类似于会厌的结构。
§2.56.5ἴδιον δέ τι καὶ περὶ τὴν γλῶτταν αὐτοὺς ἔχειν, τὸ μὲν φυσικῶς αὐτοῖς συγγεγενημένον, τὸ δʼ ἐξ ἐπινοίας φιλοτεχνούμενον· δίπτυχον μὲν γὰρ αὐτοὺς ἔχειν τὴν γλῶτταν ἐπὶ ποσόν, τὰ δʼ ἐνδοτέρω προσδιαιρεῖν, §2.56.6ὥστε διπλῆν αὐτὴν γίνεσθαι μέχρι τῆς ῥίζης.
他们的舌头也有一些奇特之处,部分是天生具有的,部分是通过人工技巧刻意制成的;因为他们的舌头在一定程度上是双层的,并且他们还进一步剖开了更深处,使其直到根部都变成双重的。
διὸ καὶ ποικιλωτάτους αὐτοὺς εἶναι ταῖς φωναῖς οὐ μόνον πᾶσαν ἀνθρωπίνην καὶ διηρθρωμένην διάλεκτον μιμουμένους, ἀλλὰ καὶ τὰς τῶν ὀρνέων πολυφωνίας, καὶ καθόλου πᾶσαν ἤχου ἰδιότητα προΐεσθαι· τὸ δὲ πάντων παραδοξότατον, ἅμα πρὸς δύο τῶν ἐντυγχανόντων λαλεῖν ἐντελῶς, ἀποκρινομένους τε καὶ ταῖς ὑποκειμέναις περιστάσεσιν οἰκείως ὁμιλοῦντας· τῇ μὲν γὰρ ἑτέρᾳ πτυχὶ πρὸς τὸν ἕνα, τῇ δʼ ἄλλῃ πάλιν ὁμοίως πρὸς τὸν ἕτερον διαλέγεσθαι.
因此,他们的声音也极其多样,不仅能模仿人类的所有清晰语言,还能模仿鸟类的各种鸣叫声,总之能发出各种奇特的声音;而最令人惊奇的是,他们能同时与两个遇到的人完美地交谈,进行回答并根据当下的情况进行适当的对话;因为他们用其中一个裂片与一人交谈,用另一个裂片同样地与另一人交谈。
§2.56.7εὐκρατότατον δʼ εἶναι τὸν ἀέρα παρʼ αὐτοῖς, ὡς ἂν κατὰ τὸν ἰσημερινὸν οἰκοῦντας, καὶ μήθʼ ὑπὸ καύματος μήθʼ ὑπὸ ψύχους ἐνοχλουμένους.
他们那里的气候极其温和,因为他们仿佛居住在赤道上,既不受酷暑也不受严寒的困扰。
καὶ τὰς ὀπώρας δὲ παρʼ αὐτοῖς παρʼ ὅλον τὸν ἐνιαυτὸν ἀκμάζειν, ὥσπερ καὶ ὁ ποιητής φησιν ὄχνη ἐπʼ ὄχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
他们那里的水果全年都在成熟,正如诗人所说:“梨后有梨成熟,苹果后有苹果,葡萄后有葡萄,无花果后有无花果。
εἶναι δὲ διὰ παντὸς παρʼ αὐτοῖς τὴν ἡμέραν ἴσην τῇ νυκτί, καὶ κατὰ τὸ μέσον τῆς ἡμέρας μὴ γίνεσθαι παρʼ αὐτοῖς σκιὰν μηδενὸς διὰ τὸ κατὰ κορυφὴν εἶναι τὸν ἥλιον.
”他们那里的昼夜始终等长,在正午时分,任何东西都不会产生影子,因为太阳正悬在头顶。