§2.56.1ἤδη δʼ αὐτῶν ἐγγιζόντων τῇ νήσῳ τῶν ἐγχωρίων τινὰς ἀπαντήσαντας καταγαγεῖν τὸ σκάφος·
彼らがすでに島に近づいたとき、現地の人の何人かが出迎えて、その舟を陸に引き入れた。
τοὺς δὲ κατὰ τὴν νῆσον συνδραμόντας θαυμάζειν μὲν τὸν τῶν ξένων κατάπλουν, προσενεχθῆναι δὲ αὐτοῖς ἐπιεικῶς καὶ μεταδιδόναι τῶν παρʼ αὐτοῖς χρησίμων.
島の人々は駆け寄ってきて、この異邦人たちの入港に驚嘆しながらも、彼らに親切に接し、自分たちの持っている役立つものを分け与えた。
§2.56.2εἶναι δὲ τοὺς τὴν νῆσον οἰκοῦντας ταῖς τε τῶν σωμάτων ἰδιότησι καὶ ταῖς ἀγωγαῖς πολὺ διαλλάττοντας τῶν κατὰ τὴν ἡμετέραν οἰκουμένην·
そして、島に住む人々は、身体の特徴においても生活習慣においても、私たちの居住世界の人々とは大きく異なっている。
πάντας μὲν γὰρ παραπλησίους εἶναι τοῖς ἀναπλάσμασι τῶν σωμάτων, καὶ κατὰ τὸ μέγεθος ὑπεράγειν τοὺς τέτταρας πήχεις, τὰ δὲ ὀστᾶ τοῦ σώματος ἔχειν ἐπὶ ποσὸν καμπτόμενα καὶ πάλιν ἀποκαθιστάμενα παραπλησίως τοῖς νευρώδεσι τόποις.
彼らは皆、彫刻された身体の模造品のように均整が取れており、身長は4ペーキュスを超え、体の骨はある程度曲がることができ、腱の部位と同じように、再び元の状態に戻る。
§2.56.3εἶναι δὲ τοῖς σώμασιν ἁπαλοὺς μὲν καθʼ ὑπερβολήν, εὐτονωτέρους δὲ πολὺ τῶν παρʼ ἡμῖν·
身体は極めて柔軟であるが、私たちのところの人々よりもはるかに強靭である。
δραξαμένων γὰρ αὐτῶν ταῖς χερσὶν ὁδηποτοῦν μηδένα δύνασθαι τὸ τοῖς δακτύλοις περιληφθὲν ἐκτρέψαι.
なぜなら、彼らが手で何であれ掴んだならば、その指によって握られたものを奪い取ることは誰にもできないからである。
τρίχας δʼ ἁπλῶς μηδαμῇ τοῦ σώματος ἔχειν πλὴν ἐν τῇ κεφαλῇ καὶ ὀφρύσι καὶ βλεφάροις, ἔτι δὲ καὶ πώγωνι, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος οὕτω λεῖα ὥστε μηδὲ τὸν ἐλάχιστον χνοῦν ἐν τῷ σώματι φαίνεσθαι.
また、頭、眉、睫毛、さらに髭を除いては、体には全くどこにも毛がなく、体の他の部分は非常に滑らかであって、その結果、体には極めてかすかな産毛さえも見えないほどである。
§2.56.4εἶναι δὲ καὶ τῷ κάλλει διαπρεπεῖς καὶ ταῖς ἄλλαις περιγραφαῖς τοῦ σώματος εὐρύθμους.
また、彼らは美しさにおいて際立っており、体の他の輪郭も調和が取れている。
καὶ τὰ μὲν τῆς ἀκοῆς τρήματα πολὺ τῶν παρʼ ἡμῖν ἔχειν εὐρυχωρέστερα, καὶ καθάπερ ἐπιγλωττίδας αὐτοῖς ἐκπεφυκέναι.
耳の穴は私たちのところの人々よりもはるかに広く、彼らにはあたかも喉頭蓋のようなものがそこから生え出ている。
§2.56.5ἴδιον δέ τι καὶ περὶ τὴν γλῶτταν αὐτοὺς ἔχειν, τὸ μὲν φυσικῶς αὐτοῖς συγγεγενημένον, τὸ δʼ ἐξ ἐπινοίας φιλοτεχνούμενον·
また、彼らは舌に関しても何か独特なものを持っており、その一方は生まれつき備わったもので、他方は意図的な工夫によって作り出されたものである。
δίπτυχον μὲν γὰρ αὐτοὺς ἔχειν τὴν γλῶτταν ἐπὶ ποσόν, τὰ δʼ ἐνδοτέρω προσδιαιρεῖν,
というのも、彼らの舌はある程度二重に分かれており、さらに奥の部分を自ら切り分けている。
§2.56.6ὥστε διπλῆν αὐτὴν γίνεσθαι μέχρι τῆς ῥίζης.
その結果、舌は根元まで二重になっている。
διὸ καὶ ποικιλωτάτους αὐτοὺς εἶναι ταῖς φωναῖς οὐ μόνον πᾶσαν ἀνθρωπίνην καὶ διηρθρωμένην διάλεκτον μιμουμένους, ἀλλὰ καὶ τὰς τῶν ὀρνέων πολυφωνίας, καὶ καθόλου πᾶσαν ἤχου ἰδιότητα προΐεσθαι·
それゆえ彼らは声において極めて多様であり、人間のあらゆる明確な言語を模倣するだけでなく、鳥たちの多様な鳴き声をも模倣し、総じてあらゆる種類の音を放つことができる。
τὸ δὲ πάντων παραδοξότατον, ἅμα πρὸς δύο τῶν ἐντυγχανόντων λαλεῖν ἐντελῶς, ἀποκρινομένους τε καὶ ταῖς ὑποκειμέναις περιστάσεσιν οἰκείως ὁμιλοῦντας·
そしてすべての中で最も驚くべきことに、出会った二人の人と同時に完璧に話すことができ、相手の問いに答え、またその時の状況に適切に対応して対話するのである。
τῇ μὲν γὰρ ἑτέρᾳ πτυχὶ πρὸς τὸν ἕνα, τῇ δʼ ἄλλῃ πάλιν ὁμοίως πρὸς τὸν ἕτερον διαλέγεσθαι.
すなわち、一方の裂片で一人と、他方の裂片でまた同様にもう一人と対話する。
§2.56.7εὐκρατότατον δʼ εἶναι τὸν ἀέρα παρʼ αὐτοῖς, ὡς ἂν κατὰ τὸν ἰσημερινὸν οἰκοῦντας, καὶ μήθʼ ὑπὸ καύματος μήθʼ ὑπὸ ψύχους ἐνοχλουμένους.
また彼らのところでは気候が極めて穏やかであり、まるで赤道直下に住んでいるかのようであって、暑さにも寒さにも悩まされることがない。
καὶ τὰς ὀπώρας δὲ παρʼ αὐτοῖς παρʼ ὅλον τὸν ἐνιαυτὸν ἀκμάζειν, ὥσπερ καὶ ὁ ποιητής φησιν ὄχνη ἐπʼ ὄχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
また、果物は一年中実っており、詩人が「梨の後に梨が実り、リンゴの後にリンゴが、葡萄の後に葡萄が、さらに無花果の後に無花果が熟す」と言っている通りである。
εἶναι δὲ διὰ παντὸς παρʼ αὐτοῖς τὴν ἡμέραν ἴσην τῇ νυκτί, καὶ κατὰ τὸ μέσον τῆς ἡμέρας μὴ γίνεσθαι παρʼ αὐτοῖς σκιὰν μηδενὸς διὰ τὸ κατὰ κορυφὴν εἶναι τὸν ἥλιον.
また彼らのところでは常に昼と夜の長さが等しく、真昼には何ものの影も生じない。 太陽が天頂にあるためである。