Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.55.1-2.55.6

扬布鲁斯的漂流与抵达太阳之岛

第 155 段,共 406 段 · 希腊语

内容简介

本节讲述了作家扬布鲁斯被埃塞俄比亚海盗俘虏,并作为该国净化仪式的牺牲品,乘小船被放逐到南方海域,在漂流四个月后抵达一座圆形奇特岛屿的经过。

§2.55.1περὶ δὲ τῆς κατὰ τὸν ὠκεανὸν εὑρεθείσης νήσου κατὰ τὴν μεσημβρίαν καὶ τῶν κατʼ αὐτὴν παραδοξολογουμένων πειρασόμεθα συντόμως διελθεῖν, προεκθέμενοι τὰς αἰτίας τῆς εὑρέσεως ἀκριβῶς.
关于在南方大洋中发现的岛屿以及关于该岛的种种奇闻,我们将在准确地预先说明发现的原因后,尽力予以简要叙述。
§2.55.2Ἰαμβοῦλος ἦν ἐκ παίδων παιδείαν ἐζηλωκώς, μετὰ δὲ τὴν τοῦ πατρὸς τελευτὴν ὄντος ἐμπόρου καὶ αὐτὸς ἔδωκεν ἑαυτὸν ἐπὶ τὴν ἐμπορίαν· ἀναβαίνων δὲ διὰ τῆς Ἀραβίας ἐπὶ τὴν ἀρωματοφόρον ὑπό τινων λῃστῶν συνελήφθη μετὰ τῶν συνοδοιπόρων.
扬布鲁斯自幼热切追求教养,在身为商人的父亲去世后,他也投身于商业;在穿过阿拉伯前往香料产地的途中,他与同行的旅伴一起被一些强盗抓获。
τὸ μὲν οὖν πρῶτον μετά τινος τῶν συνεαλωκότων ἀπεδείχθη νομεύς, ὕστερον δʼ ὑπό τινων Αἰθιόπων μετὰ τοῦ συνόντος λῃστευθεὶς ἀπήχθη πρὸς τὴν παραθαλάττιον τῆς Αἰθιοπίας.
起初,他与一名同被俘虏的同伴一起被指派为牧人,但后来,他与同伴被一些埃塞俄比亚人掠走,并被带到了埃塞俄比亚的沿海地区。
§2.55.3οὗτοι δὲ συνηρπάγησαν εἰς καθαρμὸν τῆς χώρας, ὄντες ἀλλοεθνεῖς.
因为他们是异族人,所以被抓去用作该地区的净化之礼。
νόμιμον γὰρ ἦν τοῖς τῇδε κατοικοῦσιν Αἰθίοψι παραδεδομένον ἐκ παλαιῶν χρόνων, χρησμοῖς θεῶν κεκυρωμένον, διὰ γενεῶν μὲν εἴκοσιν, ἐτῶν δʼ ἑξακοσίων, τῆς γενεᾶς ἀριθμουμένης τριακονταετοῦς· τοῦ δὲ καθαρμοῦ γινομένου δυσὶν ἀνθρώποις ἦν αὐτοῖς πλοιάριον κατεσκευασμένον τῷ μεγέθει σύμμετρον, τούς τʼ ἐν τῇ θαλάττῃ χειμῶνας ἀναφέρειν ἰσχῦον καὶ ῥᾳδίως ὑπὸ δυοῖν ἀνθρώπων ὑπηρετεῖσθαι δυνάμενον· εἰς δὲ τοῦτο τροφὴν δυσὶν ἀνθρώποις ἱκανὴν εἰς ἓξ μῆνας ἐνθέμενοι, καὶ τοὺς ἄνδρας ἐμβιβάσαντες, προσέταττον ἀνάγεσθαι κατὰ τὸν χρησμόν.
原来,居住在此地的埃塞俄比亚人有一项自古流传下来、并得到神明神谕确认的习俗,每二十代,即六百年举行一次,一代按三十年计算;当用两个人进行净化时,他们为他们准备了一只大小适中的小船,既能抵御海上的风暴,又易于由两个人操纵;他们在这只船里装入足够两个人吃六个月的食物,让这两个人上船,并命令他们按照神谕出海。
πλεῖν δὲ διεκελεύοντο πρὸς τὴν μεσημβρίαν· §2.55.4ἥξειν γὰρ αὐτοὺς εἰς νῆσον εὐδαίμονα καὶ ἐπιεικεῖς ἀνθρώπους, παρʼ οἷς μακαρίως ζήσεσθαι.
他们吩咐他们向南航行;因为他们说,这两个人将会到达一座幸福的岛屿,遇到温和的人们,并在那里过上福乐的生活。
ὁμοίως δὲ καὶ τὸ ἑαυτῶν ἔθνος ἔφασαν, ἐὰν μὲν οἱ πεμφθέντες εἰς τὴν νῆσον διασωθῶσιν, ἑξακοσίων ἐτῶν εἰρήνης καὶ βίου κατὰ πᾶν εὐδαίμονος ἀπολαύσειν· εἰ δὲ καταπλαγέντες τὸ μῆκος τοῦ πελάγους εἰς τοὐπίσω ποιήσονται τὸν πλοῦν, ὡς ἀσεβεῖς καὶ λυμεῶνας ὅλου τοῦ ἔθνους τιμωρίαις περιπεσεῖσθαι ταῖς μεγίσταις.
同样地,他们还说,如果被派往该岛的人能够平安获救,他们自己的民族也将享受六百年的和平和在一切方面都幸福的生活;但如果他们被浩瀚的大海吓倒而返航,他们将作为不敬神者和整个民族的毁灭者,遭受最严厉的惩罚。
§2.55.5τοὺς μὲν οὖν Αἰθίοπάς φασι μεγάλην πανήγυριν ἀγαγεῖν παρὰ τὴν θάλατταν, καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαντας καταστέψαι τοὺς σκεψομένους καὶ καθαρμὸν ποιησομένους τοῦ ἔθνους ἐξαποστεῖλαι.
因此,据说埃塞俄比亚人在海边举行了盛大的集会,并在举行了宏伟的祭祀之后,为那些将去探索并为民族进行净化的人戴上花冠,将他们送走。
§2.55.6τούτους δὲ πλεύσαντας πέλαγος μέγα καὶ χειμασθέντας ἐν μησὶ τέτταρσι προσενεχθῆναι τῇ προσημανθείσῃ νήσῳ, στρογγύλῃ μὲν ὑπαρχούσῃ τῷ σχήματι, τὴν δὲ περίμετρον ἐχούσῃ σταδίων ὡς πεντακισχιλίων.
这两个人航经了辽阔的大海,在风暴中漂泊了四个月,最终漂流到了预言中的那座岛屿,该岛呈圆形,周长约为五千斯塔迪翁。

词汇与语法注释

  1. 2.55.3διὰ γενεῶν μὲν εἴκοσιν — 前置词 διὰ 接属格,在此表示时间上的定期性间隔(“每隔……”)。因此,“每二十代”与后文的 ἐτῶν δʼ ἑξακοσίων(每六百年)形成并列对应关系。
  2. 2.55.4παρʼ οἷς μακαρίως ζήσεσθαι — 在由关系代词 οἷς 引导的关系从句中,使用了将来时不定式 ζήσεσθαι 而非直说法的动词。这是因为前文间接引语(依赖于表示“他们说”的动词如 ἔφασαν)的影响渗透到了关系从句之中。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.55.1-2.55.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.55.1-2.55.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。