Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.55.1-2.55.6

イアンブロスの漂流と太陽の島への漂着

155 / 406 箇所 · ギリシア語

要旨

作家イアンブロスがエチオピアの海賊に捕らえられ、土地の浄化の生贄として小舟で南の海へ流される経緯と、彼らが4ヶ月の漂流の末に円形の奇妙な島に漂着するまでを描く。

§2.55.1περὶ δὲ τῆς κατὰ τὸν ὠκεανὸν εὑρεθείσης νήσου κατὰ τὴν μεσημβρίαν καὶ τῶν κατʼ αὐτὴν παραδοξολογουμένων πειρασόμεθα συντόμως διελθεῖν, προεκθέμενοι τὰς αἰτίας τῆς εὑρέσεως ἀκριβῶς.
私たちは、大洋の中で南の方角に発見された島と、その島にまつわる驚くべき奇談について、その発見の経緯を正確に予め述べた上で、簡潔に論じることに努めよう。
§2.55.2Ἰαμβοῦλος ἦν ἐκ παίδων παιδείαν ἐζηλωκώς, μετὰ δὲ τὴν τοῦ πατρὸς τελευτὴν ὄντος ἐμπόρου καὶ αὐτὸς ἔδωκεν ἑαυτὸν ἐπὶ τὴν ἐμπορίαν·
イアンブロスは子供の頃から熱心に教養を求めていたが、商人であった父親の死後、自らも商売に身を投じた。
ἀναβαίνων δὲ διὰ τῆς Ἀραβίας ἐπὶ τὴν ἀρωματοφόρον ὑπό τινων λῃστῶν συνελήφθη μετὰ τῶν συνοδοιπόρων.
彼はアラビアを通って香料産出地へと上っていく途中で、何人かの強盗によって同行者たちとともに捕らえられた。
τὸ μὲν οὖν πρῶτον μετά τινος τῶν συνεαλωκότων ἀπεδείχθη νομεύς, ὕστερον δʼ ὑπό τινων Αἰθιόπων μετὰ τοῦ συνόντος λῃστευθεὶς ἀπήχθη πρὸς τὴν παραθαλάττιον τῆς Αἰθιοπίας.
最初は捕虜となった仲間の一人とともに羊飼いに任命されたが、後に何人かのエチオピア人によって、同行者とともに強奪され、エチオピアの沿岸地方へと連行された。
§2.55.3οὗτοι δὲ συνηρπάγησαν εἰς καθαρμὸν τῆς χώρας, ὄντες ἀλλοεθνεῖς.
彼らは異民族であったため、その土地の浄化として連れ去られたのである。
νόμιμον γὰρ ἦν τοῖς τῇδε κατοικοῦσιν Αἰθίοψι παραδεδομένον ἐκ παλαιῶν χρόνων, χρησμοῖς θεῶν κεκυρωμένον, διὰ γενεῶν μὲν εἴκοσιν, ἐτῶν δʼ ἑξακοσίων, τῆς γενεᾶς ἀριθμουμένης τριακονταετοῦς·
というのも、この地に住むエチオピア人には、古くから伝わり、神々の神託によって承認された慣習があったからである。 それは、1世代を30年と計算して、20世代、すなわち600年ごとに行われるものであった。
τοῦ δὲ καθαρμοῦ γινομένου δυσὶν ἀνθρώποις ἦν αὐτοῖς πλοιάριον κατεσκευασμένον τῷ μεγέθει σύμμετρον, τούς τʼ ἐν τῇ θαλάττῃ χειμῶνας ἀναφέρειν ἰσχῦον καὶ ῥᾳδίως ὑπὸ δυοῖν ἀνθρώπων ὑπηρετεῖσθαι δυνάμενον·
その浄化が行われる際、彼らは二人の人間のために、海の嵐に耐えることができ、二人の人間によって容易に操縦できる、適切な大きさの小舟を用意していた。
εἰς δὲ τοῦτο τροφὴν δυσὶν ἀνθρώποις ἱκανὴν εἰς ἓξ μῆνας ἐνθέμενοι, καὶ τοὺς ἄνδρας ἐμβιβάσαντες, προσέταττον ἀνάγεσθαι κατὰ τὸν χρησμόν.
彼らはこの舟に、二人の人間の6ヶ月分に十分な食料を積み込み、その者たちを乗船させると、神託に従って出航するように命じた。
πλεῖν δὲ διεκελεύοντο πρὸς τὴν μεσημβρίαν·
そして、南に向かって航海するように指示したのである。
§2.55.4ἥξειν γὰρ αὐτοὺς εἰς νῆσον εὐδαίμονα καὶ ἐπιεικεῖς ἀνθρώπους, παρʼ οἷς μακαρίως ζήσεσθαι.
彼らは幸福な島と温厚な人々のもとに到着し、彼らのもとで祝福された生活を送るであろう、とのことであった。
ὁμοίως δὲ καὶ τὸ ἑαυτῶν ἔθνος ἔφασαν, ἐὰν μὲν οἱ πεμφθέντες εἰς τὴν νῆσον διασωθῶσιν, ἑξακοσίων ἐτῶν εἰρήνης καὶ βίου κατὰ πᾶν εὐδαίμονος ἀπολαύσειν·
同様に、もし島へと送られた者たちが無事に救われるならば、自分たちの民族も600年にわたる平和と、あらゆる点で幸福な生活を享受できると彼らは語った。
εἰ δὲ καταπλαγέντες τὸ μῆκος τοῦ πελάγους εἰς τοὐπίσω ποιήσονται τὸν πλοῦν, ὡς ἀσεβεῖς καὶ λυμεῶνας ὅλου τοῦ ἔθνους τιμωρίαις περιπεσεῖσθαι ταῖς μεγίσταις.
しかし、もし大海の広大さに恐れをなして航海を引き返すならば、不敬虔な者、そして民族全体の破壊者として、最大級の処罰に処されるであろうということであった。
§2.55.5τοὺς μὲν οὖν Αἰθίοπάς φασι μεγάλην πανήγυριν ἀγαγεῖν παρὰ τὴν θάλατταν, καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαντας καταστέψαι τοὺς σκεψομένους καὶ καθαρμὸν ποιησομένους τοῦ ἔθνους ἐξαποστεῖλαι.
そこで、エチオピア人たちは海辺で大祭を執り行い、厳かな生贄を捧げた後、国の探索と浄化を行うことになる者たちに冠を授けて送り出したという。
§2.55.6τούτους δὲ πλεύσαντας πέλαγος μέγα καὶ χειμασθέντας ἐν μησὶ τέτταρσι προσενεχθῆναι τῇ προσημανθείσῃ νήσῳ, στρογγύλῃ μὲν ὑπαρχούσῃ τῷ σχήματι, τὴν δὲ περίμετρον ἐχούσῃ σταδίων ὡς πεντακισχιλίων.
この二人は広大な海を航海し、4ヶ月間嵐に翻弄された末、予言されていた島に漂着した。 その島は形状が丸く、周囲の長さは約5000スタディオンであった。

語釈・文法注

  1. 2.55.3διὰ γενεῶν μὲν εἴκοσιν — 前置詞 διὰ + 属格の構成で、「〜の間隔をおいて(〜ごとに)」という時間的な周期を表す。ここでは「20世代ごとに」という意味で用いられており、後続の ἐτῶν δʼ ἑξακοσίων(600年ごとに)と並列関係にある。
  2. 2.55.4παρʼ οἷς μακαρίως ζήσεσθαι — 関係節の中で、通常の直説法ではなく未来不定詞 ζήσεσθαι が用いられている。これは、主節の動詞 ἔφασαν 等が導く間接話法(伝聞・約束の内容)の影響が、関係代名詞 οἷς によって導かれる従属節にまで及んでいるためである。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.55.1-2.55.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.55.1-2.55.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。