§2.53.1διὸ καὶ τὸ τῶν ὀρνέων γένος πλείστης θερμασίας κεκοινωνηκὸς ἐγένετο διὰ μὲν τὴν κουφότητα πτηνόν, διὰ δὲ τὴν ἀφʼ ἡλίου συνεργίαν ποικίλον, καὶ μάλιστα κατὰ τὰς προκειμένας ἡλίῳ χώρας.
因此,鸟类由于分得了极多的温热,因其轻盈而得以飞翔,又因太阳的协同作用而色彩斑斓,尤其是在那些直面太阳的地区。
§2.53.2ἡ μὲν γὰρ Βαβυλωνία ταώνων ἐκτρέφει πλῆθος παντοίαις χρόαις ἐπηνθισμένων, αἱ δὲ τῆς Συρίας ἐσχατιαὶ ψιττακοὺς καὶ πορφυρίωνας καὶ μελεαγρίδας καὶ ἄλλας ζῴων ἰδίας φύσεις τοῖς χρώμασι καὶ ποικίλας συγκρίσεις.
因为巴比伦尼亚孕育了大量饰有各种色彩的孔雀,而叙利亚的边境地区则孕育着鹦鹉、紫水鸡、珍珠鸡,以及其他在色彩上具有独特本性的动物和色彩斑斓的生物。
§2.53.3ὁ δʼ αὐτὸς λόγος καὶ κατὰ τὰς ἄλλας χώρας τῆς γῆς τὰς κατὰ τὴν ὁμοίαν κρᾶσιν κειμένας, λέγω δʼ Ἰνδικὴν καὶ τὴν Ἐρυθρὰν θάλατταν, ἔτι δὲ Αἰθιοπίαν καί τινα μέρη τῆς Λιβύης.
相同的道理也适用于处于相似气候条件下的地球其他地区,我指的是印度和红海,此外还有埃塞俄比亚以及利比亚的某些部分。
§2.53.4ἀλλὰ τῆς μὲν πρὸς ἀνατολὰς κεκλιμένης πιοτέρας οὔσης εὐγενέστερα καὶ μείζονα φύεται ζῷα· τῆς δʼ ἄλλης ἀεὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον ἕκαστα ταῖς διαθέσεσι γεννᾶται.
然而,在偏向东方的地区,因其土地更为肥沃,孕育出更为高贵、体型更大的动物;而在其他地区,则总是根据土地优良程度的比例,孕育出各自具有相应特性的动物。
§2.53.5ὁμοίως δὲ καὶ τῶν δένδρων οἱ φοίνικες κατὰ μὲν τὴν Λιβύην αὐχμηροὺς καὶ μικροὺς ἐκφέρουσι καρπούς, τῆς δὲ Συρίας κατὰ μὲν τὴν Κοίλην οἱ καρυωτοὶ προσαγορευόμενοι γεννῶνται, διάφοροι κατά τε τὴν γλυκύτητα καὶ τὸ μέγεθος, ἔτι δὲ τοὺς χυμούς.
同样在树木中,利比亚的椰枣树结出干瘪而矮小的果实,但在叙利亚的柯里叙利亚,则生长着被称为卡里奥特的椰枣,它们在甜度、大小以及汁液风味上都极为出众。
§2.53.6τούτων δὲ πολλῷ μείζους κατὰ τὴν Ἀραβίαν καὶ τὴν Βαβυλωνίαν ὁρᾶν ἔστι γινομένους, κατὰ μὲν τὸ μέγεθος ἓξ δακτύλων ὄντας, τῇ δὲ χρόᾳ τοὺς μὲν μηλίνους, τοὺς δὲ φοινικοῦς, ἐνίους δὲ πορφυρίζοντας· ὥσθʼ ὑπʼ αὐτῶν ἅμα καὶ τὴν ὄψιν τέρπεσθαι καὶ τὴν γεῦσιν ψυχαγωγεῖσθαι.
在阿拉伯和巴比伦尼亚,可以看到比这些还要大得多的椰枣,其大小达六指之宽,颜色有的呈苹果黄,有的呈绯红,有的呈微紫色,以至于它们能同时使视觉愉悦、令味觉陶醉。
τὰ δὲ στελέχη τῶν φοινίκων τὸ μὲν μῆκος ἀέριον ἔχει, τὴν δὲ περιφέρειαν ψιλὴν πανταχόθεν μέχρι τῆς κορυφῆς.
椰枣树的树干高度直插云霄,而其树干四周直至树冠都十分光秃。
§2.53.7ἀκρόκομα δʼ ὄντα διαφόρους ἔχει τὰς ἀπὸ τῆς κόμης διαθέσεις· τὰ μὲν γὰρ πάντῃ τοὺς ῥάδικας ἔχει περικεχυμένους, καὶ κατὰ μέσον ἔκ τινος περιρραγέντος φλοιοῦ βοτρυώδη καρπὸν ἀνίησι, τὰ δὲ ἐφʼ ἓν μέρος ἔχοντα κεκλιμένας τὰς ἐπὶ τῆς κορυφῆς κόμας σχηματισμὸν ἀποτελεῖ λαμπάδος ἀπαιθυσσομένης, ἔνια δʼ ἐπʼ ἀμφότερα τὰ μέρη περικλώμενα καὶ διπλῇ τῇ καταθέσει τῶν κλάδων ἀμφίχαιτα γινόμενα γραφικὴν ἀποτελεῖ τὴν πρόσοψιν.
它们仅在树梢长有叶子,因树冠叶群的不同形态而呈现出各异的景致:有的在四周散布着枝条,并从破裂树皮的中部结出如葡萄串般的果实;有的树冠梢叶倾向一侧,呈现出摇曳火炬的形状;还有的向两侧弯曲,因枝条的双重垂落而显得两翼丰满,构成了如画般的美丽奇观。