Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.52.1-2.52.9

太阳热量与各类宝石及大地色彩的形成

第 152 段,共 406 段 · 希腊语

内容简介

作者讨论了太阳的热量和光线如何促进水晶、祖母绿和黄宝石等各种宝石的形成,以及鸟类、花卉和大地的绚丽色彩,并赞美了阿拉伯石头的无与伦比的美丽。

§2.52.1οὐ μόνον δʼ ἐν ταύταις ταῖς χώραις ζῷα γεννᾶται ταῖς ἰδέαις ἐξηλλαγμένα διὰ τὴν ἀφʼ ἡλίου συνεργίαν καὶ δύναμιν, ἀλλὰ καὶ λίθων παντοίων ἐκφύσεις διάφοροι ταῖς χρόαις καὶ ταῖς λαμπρότησι διαφανεῖς.
在这些地区,不仅由于太阳的协助与力量孕育出形态奇异的动物,而且还产生了各种各样的石头,它们在色彩上绚丽多样,在光泽上晶莹剔透。
§2.52.2τοὺς γὰρ κρυστάλλους λίθους ἔχειν τὴν σύστασιν ἐξ ὕδατος καθαροῦ παγέντος οὐχ ὑπὸ ψύχους, ἀλλʼ ὑπὸ θείου πυρὸς δυνάμεως, δι’ ἣν ἀσήπτους μὲν αὐτοὺς διαμένειν, βαφῆναι δὲ πολυμόρφως ἀναθυμιάσει πνεύματος.
因为据他们说,水晶石是由纯净的水凝固而成的,这并非由于寒冷,而是由于一种神圣之火的力量,通过这种力量,它们得以保持不腐,并因气体的蒸腾而被染成各种各样的颜色。
§2.52.3σμαράγδους γὰρ καὶ τὰ καλούμενα βηρύλλια κατὰ τὰς ἐν τοῖς χαλκουργείοις μεταλλείας γινόμενα διὰ τὴν ἀπὸ τῶν θείων βαφὴν καὶ σύνδεσιν συγχρῴζεσθαι, τοὺς δὲ χρυσολίθους ὑπὸ καπνώδους ἀναθυμιάσεως ἡλίου θερμότητι φυομένους λέγουσι τυγχάνειν τούτου τοῦ χρώματος.
他们还说,在铜矿开采中产生的祖母绿和所谓的绿柱石,是由于硫磺的染色与结合而被着色的;而黄宝石则是通过太阳的热力由烟雾状的蒸气孕育而成,因而获得了这种颜色。
§2.52.4διὸ καὶ τοὺς ὀνομαζομένους ψευδοχρύσους κατασκευάζεσθαι διὰ τοῦ θνητοῦ καὶ ὑπʼ ἀνθρώπων γεγονότος πυρὸς βαπτομένων τῶν κρυστάλλων.
因此,所谓的假金石也是通过人类制造的可灭之火,在染色水晶时制成的。
τὰς δὲ τῶν ἀνθράκων φύσεις φωτὸς δύναμιν ἐμπιληθεῖσαν τῇ πήξει φασὶν ἀποτελεῖν τῷ μᾶλλον καὶ ἧττον τὰς ἐν αὐτοῖς διαφοράς.
他们还说,红宝石的性质是由在凝固过程中压缩的光的力量所决定的,并根据其中光力量的多寡而产生其间的差异。
§2.52.5παραπλησίως δὲ καὶ τὰς τῶν ὀρνέων μορφὰς ἐπιχρῴζεσθαι, τὰς μὲν ὁλοπορφύρους φαινομένας, τὰς δὲ κατὰ μέρος παντοίαις χρόαις διειλημμένας· τὰ μὲν γὰρ φλόγινα, τὰ δὲ κροκώδη, τινὰ δὲ σμαραγδίζοντα, πολλὰ δὲ χρυσοειδῆ φαίνεσθαι κατὰ τὰς πρὸς τὸ φῶς ἐγκλίσεις αὐτῶν, καὶ καθόλου πολυειδεῖς καὶ δυσερμηνεύτους ἀποτελεῖσθαι χρόας· ὅπερ καὶ ἐπὶ τῆς κατʼ οὐρανὸν ἴριδος ὁρᾶσθαι γινόμενον ὑπὸ τοῦ περὶ τὸν ἥλιον φωτός.
同样地,鸟类的羽色也是被着色的,有的呈现出纯紫色,有的则在局部被各种各样的颜色所分隔;因为根据它们对光线的倾斜角度,有的呈现出火焰色,有的呈现出藏红花色,有的呈现出祖母绿色,还有许多呈现出金黄色,总体上产生出多种多样且难以言喻的色彩;这种现象在天空中因太阳周围的光线而产生的彩虹中也可以看到。
§2.52.6ἐκ δὲ τούτων τοὺς φυσιολόγους συλλογιζομένους ἀποφαίνεσθαι διότι καὶ τὴν ἄνωθεν τῆς τῶν προειρημένων ἐκφύσεως ποικιλίαν ἔβαψεν ὁ συγγενὴς θερμασία, συνεργήσαντος ἡλίου τοῦ ζωοποιοῦντος τὰς ἑκάστων μορφάς.
由此,他们说,自然学家们通过推论表明,上述生成物表面的多样色彩,也是由同种的温热在赐予万物形态生命力的太阳的协同作用下所染成的。
§2.52.7καθόλου δὲ καὶ τῆς περὶ τὰ ἄνθη διαφορᾶς τῆς χρόας καὶ τῆς τῆς γῆς ποικιλίας τοῦτον ὑπάρχειν αἴτιον καὶ δημιουργόν· οὗ τὴν φυσικὴν ἐνέργειαν τὰς θνητὰς τέχνας μιμησαμένας βάπτειν ἕκαστα καὶ ποικίλλειν, §2.52.8μαθητρίας γενομένας τῆς φύσεως.
总的来说,这也是花卉色彩的差异以及大地多样性的原因和制造者;而人类的可灭技术通过模仿其自然活动,来染色和装饰每一件器物,从而成为了自然的弟子。
τὰ μὲν γὰρ χρώματα τὸ φῶς ἀπεργάζεσθαι, τὰς δὲ ὀσμὰς τῶν καρπῶν καὶ τὰς ἰδιότητας τῶν χυλῶν, ἔτι δὲ τὰ μεγέθη τῶν ζῴων καὶ τὰς ἑκάστου διαθέσεις, πρὸς δὲ τούτοις τὰς τῆς γῆς ἰδιότητας, γεννᾶν τὴν περὶ τὸν ἥλιον θερμασίαν, εἰς πολυτραφῆ χώραν καὶ γόνιμον ὕδωρ ἐνθάλπουσαν καὶ δημιουργὸν γινομένην τῆς ἑκάστου φύσεως.
因为他们说,光创造了色彩,而太阳周围的温热通过在养分丰富的土地和多产的水中提供温暖,孕育了果实的香气和汁液的特性,此外还有动物的体型和各自的禀性,以及大地的特性,从而成为了万物本性的创造者。
§2.52.9διόπερ οὔτε ἡ Παρία λύγδος οὔτʼ ἄλλη θαυμαζομένη πέτρα τοῖς Ἀραβίοις λίθοις ἐξισωθῆναι δύναται, ὧν λαμπροτάτη μὲν ἡ λευκότης, βαρύτατος δὲ ὁ σταθμός, ἡ δὲ λειότης ὑπερβολὴν ἑτέροις οὐκ ἀπολείπουσα.
因此,无论是帕罗斯的白大理石,还是其他任何令人赞叹的石头,都无法与阿拉伯的石头相提并论,后者的白净最为璀璨,重量最为沉重,其光滑程度不给其他石头留下任何超越的余地。
αἰτία δὲ τῆς χώρας τῆς κατὰ μέρος ἰδιότητος, καθάπερ προεῖπον, ἡ περὶ τὸν ἥλιον δύναμις, θερμασίᾳ μὲν πήξασα, ξηρότητι δὲ πιλήσασα, φέγγει δὲ λαμπρύνασα.
而该地区局部特性的原因,正如我之前所说,是太阳周围的力量,它通过温热使其凝固,通过干燥使其紧实,通过光芒使其明亮。

词汇与语法注释

  1. 2.52.2τοὺς γὰρ κρυστάλλους λίθους ἔχειν — 从本节开始的宾格加不定式结构(ἔχειν、διαμένειν、βαφῆναι)依赖于省略的说主句动词(如“他们说”或“自然学家认为”),这预示了在§2.52.3中明确出现的动词λέγουσι(“他们说”)。
  2. 2.52.2ὑπὸ θείου πυρὸς — 形容词 θείος 既可以解释为“神圣的”(源自 θεός),也可以解释为“硫磺的”(源自 θεῖον)。尽管在矿物形成和 §2.52.3 中 διὰ τὴν ἀπὸ τῶν θείων βαφήν 的语境下,后一种解释(硫磺的)更为合理,但它也可能包含传统宇宙论中“神圣之火”的双重含义。
  3. 2.52.4τῷ μᾶλλον καὶ ἧττον — 带与格定冠词 τῷ 的中性单数化副词(μᾶλλον 和 ἧττον),在句中起副词性作用,意为“通过多与少”,即“根据多寡”或“视程度而定”。
  4. 2.52.6διότι — 这里的连词 διότι 并不表示因果关系的“因为”,而是类似于 ὅπερ(“即/……这件事”),引导一个名词性从句,作为动词 ἀποφαίνεσθαι(“表明/宣称”)的直接宾语从句。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.52.1-2.52.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.52.1-2.52.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。