§2.53.1διὸ καὶ τὸ τῶν ὀρνέων γένος πλείστης θερμασίας κεκοινωνηκὸς ἐγένετο διὰ μὲν τὴν κουφότητα πτηνόν, διὰ δὲ τὴν ἀφʼ ἡλίου συνεργίαν ποικίλον, καὶ μάλιστα κατὰ τὰς προκειμένας ἡλίῳ χώρας.
それゆえまた、鳥類はきわめて多くの熱にあずかったため、その軽さのゆえに飛ぶものとなり、また太陽の協力のゆえに多彩なものとなった。 とりわけ太陽に直面している地域においてそうである。
§2.53.2ἡ μὲν γὰρ Βαβυλωνία ταώνων ἐκτρέφει πλῆθος παντοίαις χρόαις ἐπηνθισμένων, αἱ δὲ τῆς Συρίας ἐσχατιαὶ ψιττακοὺς καὶ πορφυρίωνας καὶ μελεαγρίδας καὶ ἄλλας ζῴων ἰδίας φύσεις τοῖς χρώμασι καὶ ποικίλας συγκρίσεις.
というのも、バビロニアはあらゆる色彩で彩られた多数のクジャクを育てており、シリアの辺境地域は、インコやセイケイ、ホロホロチョウ、そして色彩において独特な性質を持つ他の動物たちや、多様な色の調和を持つ鳥たちを育てているからである。
§2.53.3ὁ δʼ αὐτὸς λόγος καὶ κατὰ τὰς ἄλλας χώρας τῆς γῆς τὰς κατὰ τὴν ὁμοίαν κρᾶσιν κειμένας, λέγω δʼ Ἰνδικὴν καὶ τὴν Ἐρυθρὰν θάλατταν, ἔτι δὲ Αἰθιοπίαν καί τινα μέρη τῆς Λιβύης.
同じ理屈は、同様の気候のもとに位置する地上の他の地域についても成り立ち、それはすなわち、インドやエリトリア海、さらにはエチオピアやリビアのいくつかの地域のことである。
§2.53.4ἀλλὰ τῆς μὲν πρὸς ἀνατολὰς κεκλιμένης πιοτέρας οὔσης εὐγενέστερα καὶ μείζονα φύεται ζῷα· τῆς δʼ ἄλλης ἀεὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον ἕκαστα ταῖς διαθέσεσι γεννᾶται.
しかし、東方に傾いている地域はより肥沃であるため、より優れた、またより大きな動物が生まれるが、その他の地域においては、常にその土地の優秀さの比率に応じて、個々の動物がそれぞれの体質を持って生まれる。
§2.53.5ὁμοίως δὲ καὶ τῶν δένδρων οἱ φοίνικες κατὰ μὲν τὴν Λιβύην αὐχμηροὺς καὶ μικροὺς ἐκφέρουσι καρπούς, τῆς δὲ Συρίας κατὰ μὲν τὴν Κοίλην οἱ καρυωτοὶ προσαγορευόμενοι γεννῶνται, διάφοροι κατά τε τὴν γλυκύτητα καὶ τὸ μέγεθος, ἔτι δὲ τοὺς χυμούς.
同様に、樹木のうちナツメヤシは、リビアにおいては乾燥した小さな果実を実らせるが、シリアの、いわゆるコイレ・シリアにおいては、カリュオートスと呼ばれるものが生まれ、それらは甘みと大きさ、さらにはその風味において際立っている。
§2.53.6τούτων δὲ πολλῷ μείζους κατὰ τὴν Ἀραβίαν καὶ τὴν Βαβυλωνίαν ὁρᾶν ἔστι γινομένους, κατὰ μὲν τὸ μέγεθος ἓξ δακτύλων ὄντας, τῇ δὲ χρόᾳ τοὺς μὲν μηλίνους, τοὺς δὲ φοινικοῦς, ἐνίους δὲ πορφυρίζοντας· ὥσθʼ ὑπʼ αὐτῶν ἅμα καὶ τὴν ὄψιν τέρπεσθαι καὶ τὴν γεῦσιν ψυχαγωγεῖσθαι.
これらよりもはるかに大きいものが、アラビアやバビロニアにおいて生じるのを見ることができる。 それらは大きさにおいては六指に及び、色彩においては、あるものはリンゴ色、あるものは緋色、あるものは紫がかっており、その結果、それらによって視覚が楽しませられると同時に、味覚も魅了されるほどである。
τὰ δὲ στελέχη τῶν φοινίκων τὸ μὲν μῆκος ἀέριον ἔχει, τὴν δὲ περιφέρειαν ψιλὴν πανταχόθεν μέχρι τῆς κορυφῆς.
また、ナツメヤシの幹は、その高さにおいては空に届くほどであり、その周囲は梢に至るまで、いたるところ枝がなく滑らかである。
§2.53.7ἀκρόκομα δʼ ὄντα διαφόρους ἔχει τὰς ἀπὸ τῆς κόμης διαθέσεις·
そして、梢にだけ葉があるため、その葉の生え方によって様々な美しい姿を呈している。
τὰ μὲν γὰρ πάντῃ τοὺς ῥάδικας ἔχει περικεχυμένους, καὶ κατὰ μέσον ἔκ τινος περιρραγέντος φλοιοῦ βοτρυώδη καρπὸν ἀνίησι, τὰ δὲ ἐφʼ ἓν μέρος ἔχοντα κεκλιμένας τὰς ἐπὶ τῆς κορυφῆς κόμας σχηματισμὸν ἀποτελεῖ λαμπάδος ἀπαιθυσσομένης, ἔνια δʼ ἐπʼ ἀμφότερα τὰ μέρη περικλώμενα καὶ διπλῇ τῇ καταθέσει τῶν κλάδων ἀμφίχαιτα γινόμενα γραφικὴν ἀποτελεῖ τὴν πρόσοψιν.
というのも、あるものはいたるところに枝を散らし、中央の割れた樹皮の間から、ブドウの房のような果実を送り出すが、あるものは、梢の葉が片側に傾いているため、風に揺らめく松明のような形状を作り出し、またあるものは、両側に折れ曲がり、枝が二重に垂れ下がることで両側に豊かな髪を持つようになり、絵画のように美しい外観を作り出すからである。