Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.51.1-2.51.4

长颈鹿等奇异动物与太阳的孕育力量

第 151 段,共 406 段 · 希腊语

内容简介

介绍长颈鹿等兼具多种动物特征的奇异生物,并阐述这些多样的动物之所以诞生,是因为南方地区承受了太阳极具生命力的力量。

§2.51.1αἱ δὲ καλούμεναι καμηλοπαρδάλεις τὴν μίξιν ἀμφοτέρων ἔχουσι τῶν ἐν τῇ προσηγορίᾳ περιειλημμένων ζῴων.
而所谓的长颈鹿则兼具其名称中所包含的两种动物的特征。
τῷ μὲν γὰρ μεγέθει μικρότεραι τῶν καμήλων εἰσὶ καὶ βραχυτραχηλότεραι, τὴν δὲ κεφαλὴν καὶ τὴν τῶν ὀμμάτων διάθεσιν παρδάλει παρεμφερεῖς διατετύπωνται· τὸ δὲ κατὰ τὴν ῥάχιν κύρτωμα παρεμφερὲς ἔχουσαι καμήλῳ, τῷ χρώματι καὶ τῇ τριχώσει παρδάλεσιν ἐοίκασιν· ὁμοίως δὲ καὶ τὴν οὐρὰν μακρὰν ἔχουσαι τὴν τοῦ θηρίου φύσιν ἀποτυποῦνται.
因为就体型而言,它们比骆驼小,颈部也较短,但在头部和眼睛的排列上,它们被塑造成极像豹子的样子;虽然它们背部的驼峰与骆驼相似,但在颜色和毛发上却像豹子;同样地,它们因长着长尾巴而体现出那种野兽的特征。
§2.51.2γίνονται δὲ καὶ τραγέλαφοι καὶ βούβαλοι καὶ ἄλλα πλείω γένη δίμορφα ζῴων καὶ τὴν σύνθεσιν ἐκ τῶν πλεῖστον τὴν φύσιν κεχωρισμένων ἔχοντα, περὶ ὧν τὰ κατὰ μέρος μακρὸν ἂν εἴη γράφειν.
此外也产出羚羊、大羚羊以及其他数种具有双重形态的动物,它们的构造是由性质相差最远的动物混合而成的,关于这些动物,若要逐一详述将会十分冗长。
§2.51.3δοκεῖ γὰρ ἡ συνεγγίζουσα χώρα τῇ μεσημβρίᾳ τὴν ἀφʼ ἡλίου δύναμιν ζωτικωτάτην οὖσαν πολλὴν ἐμπνεῖσθαι, καὶ διὰ τοῦτο πολλῶν καὶ ποικίλων, ἔτι δὲ καλῶν ζῴων φύσεις γεννᾶν.
因为靠近南方的土地似乎承受了大量来自太阳的极具生命力的力量,并因此孕育出许多多样且美丽的动物本性。
§2.51.4διὰ δὲ τὰς αὐτὰς αἰτίας κατὰ μὲν τὴν Αἴγυπτον τούς τε κροκοδείλους φύεσθαι καὶ τοὺς ποταμίους ἵππους, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ τὴν τῆς Λιβύης ἔρημον ἐλεφάντων τε πλῆθος καὶ παντοδαπῶν ὄφεών τε καὶ τῶν ἄλλων θηρίων καὶ δρακόντων ἐξηλλαγμένων τοῖς τε μεγέθεσι καὶ ταῖς ἀλκαῖς, ὁμοίως δὲ καὶ τοὺς περὶ τὴν Ἰνδικὴν ἐλέφαντας, ὑπερβάλλοντας τοῖς τε ὄγκοις καὶ πλήθεσιν, ἔτι δὲ ταῖς ἀλκαῖς.
并且由于同样的原因,在埃及产出鳄鱼和河马,在埃塞俄比亚和利比亚的荒漠中则产出大量的象、各种蛇类以及其他野兽,还有在体型和力量上都异乎寻常的巨蟒,同样地,印度境内的象也在体型、数量以及力量上超群绝伦。

词汇与语法注释

  1. §2.51.1παρδάλει — 依存于形容词 παρεμφερεῖς(意为“相似”)的与格,表示“在头部和眼睛的排列上与豹子极其相似”。
  2. §2.51.2μακρὸν ἂν εἴη — 带有 ἄν + 祈愿语气(εἴη)的潜在语气结构,作为非人称表达,在没有明确条件从句的情况下表示“(若详述)将会十分冗长”。
  3. §2.51.3πολλὴν ἐμπνεῖσθαι — 动词 ἐμπνέω(主动意为“吹入、注入”)的被动语态(ἐμπνέομαι)用法。注入的对象成为主语,而注入的内容(τὴν ... δύναμιν)依然保持宾格(保留宾格),表示“被注入了大量的(太阳力量)”。
  4. §2.51.4φύεσθαι — 依赖于前一节主句动词 δοκεῖ(意为“似乎、被认为”)的不定式。第4节中并列的各个宾格不定式短语(包括 φύεσθαι 以及后面 ἐλέφαντας 以下省略了谓语的部分)均受该动词 δοκεῖ 的支配。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.51.1-2.51.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.51.1-2.51.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。