Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.49.1-2.49.5

幸福阿拉伯的丰富植被与各色香料

第 149 段,共 406 段 · 希腊语

内容简介

狄奥多罗斯描述了与沙漠相邻的“幸福的阿拉伯”的丰富植被与各式香料(如乳香和没药),并详细介绍了其芳香的土壤以及用于建筑的独特石材。

§2.49.1ἡ δʼ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία τοσοῦτο διαφέρει ταύτης ὥστε διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ τῶν ἄλλων ἀγαθῶν εὐδαίμονα Ἀραβίαν προσαγορευθῆναι.
与无水且荒凉之土地相接的阿拉伯,与该土地有如此巨大的差异,以至于因其中所产的水果及其他各种美物之丰盛,而被冠以‘幸福的阿拉伯’之名。
§2.49.2κάλαμον μὲν γὰρ καὶ σχοῖνον καὶ τὴν ἄλλην ὕλην τὴν ἀρωματίζουσαν πολλὴν φέρει καὶ καθόλου παντοδαπὰς φύλλων εὐωδίας, καὶ τῶν ἀποσταζόντων δακρύων ὀσμαῖς ποικίλαις διείληπται· τήν τε γὰρ σμύρναν καὶ τὸν προσφιλέστατον τοῖς θεοῖς εἴς τε τὴν οἰκουμένην ἅπασαν διαπόμπιμον λιβανωτὸν αἱ ταύτης ἐσχατιαὶ φέρουσι.
因为这里产出大量的芦苇、菖蒲和其它芳香植物,总体上带有各种叶子的芬芳,并充溢着滴落下的树脂之多样香气;其边境地区产出没药,以及最受神明喜爱、并销往整个有人居住之世界物产的乳香。
§2.49.3τοῦ δὲ κόστου καὶ κασίας, ἔτι δὲ κιναμώμου καὶ τῶν ἄλλων τῶν τοιούτων χόρτοι καὶ θάμνοι βαθεῖαι τοσαῦται πεφύκασιν ὥστε τὰ παρὰ τοῖς ἄλλοις σπανίως ἐπὶ βωμοὺς θεῶν τιθέμενα παρʼ ἐκείνοις καὶ κλιβάνων ὑπάρχειν ἐκκαύματα, καὶ τὰ παρὰ τοῖς ἄλλοις μικρῷ δείγματι ὑπάρχοντα παρʼ ἐκείνοις στιβάδας οἰκετικὰς ἐπὶ τῶν οἰκιῶν παρέχεσθαι.
此外,广藿香、桂皮以及肉桂和类似植物的草丛与灌木长得如此茂密,以至于在别处极罕见地被置于神明祭坛上的东西,在他们那里甚至成了烤炉的燃料;而在别处仅存微量样品的东西,在他们那里却成了家中的仆人床铺。
τό τε καλούμενον κινάμωμον διάφορον χρείαν παρεχόμενον καὶ ῥητίνη καὶ τερέβινθος ἄπλατος εὐώδης φύεται περὶ τοὺς τόπους.
提供多种用途的所谓肉桂、树脂以及散发着无比香气的黄连木也生长在这些地方。
§2.49.4ἐν δὲ τοῖς ὄρεσιν οὐ μόνον ἐλάτη καὶ πεύκη φύεται δαψιλής, ἀλλὰ καὶ κέδρος καὶ ἄρκευθος ἄπλατος καὶ τὸ καλούμενον βόρατον.
在山中,不仅茂密地生长着枞树和松树,还生长着雪松、巨大的杜松以及所谓的波拉通。
πολλαὶ δὲ καὶ ἄλλαι φύσεις εὐώδεις καρποφοροῦσαι τὰς ἀπορροίας καὶ προσπνεύσεις ἔχουσι τοῖς ἐγγίσασι προσηνεστάτας.
许多其他散发着芳香并结果的植物,也向接近它们的人送去极令人愉悦的散发物和清风。
καὶ γὰρ αὐτὸ τὸ τῆς γῆς ἔχει τι φυσικὸν ἔνατμον καὶ θυμιάμασιν ἡδέσιν ἐοικός.
因为土地本身就带有一种天然的蒸气,类似于甘甜的香料。
§2.49.5διὸ καὶ κατά τινας τόπους τῆς Ἀραβίας ὀρυττομένης τῆς γῆς εὑρίσκονται φλέβες εὐώδεις, ὧν μεταλλευομένων ἐξαίσιοι τὸ μέγεθος λατομίαι γίνονται· ἐκ δὲ τούτων τὰς οἰκίας συλλέγοντες κατασκευάζουσιν, αἷς ὅταν ἐκ τοῦ περιέχοντος προσπέσωσι ψεκάδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος δυρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίθων, καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους.
因此,在阿拉伯的某些地方,挖掘土地时会发现芬芳的矿脉,开采这些矿脉便会形成规模惊人的石矿场;他们收集这些石料来建造房屋,每当有雨滴从周围的大气中降临在这些房屋上时,被湿气溶解的物质就会流入石块的缝隙中,凝固后便形成了浑然一体的墙壁。

词汇与语法注释

  1. §2.49.1ἡ δʼ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία — 分词“ἐχομένη”(ἔχω的现在中动分词)带属格“τῆς ... χώρας”,表示“与……相邻、接壤”。这是表示空间邻接关系的标准用法。
  2. §2.49.3τοῦ δὲ κόστου καὶ κασίας... χόρτοι καὶ θάμνοι βαθεῖαι τοσαῦται πεφύκασιν ὥστε... — 由“ὥστε”引导的结果从句包含两个对比性的“对格+不定式”结构(“τὰ... ὑπάρχειν...”与“τὰ... παρέχεσθαι”),在“其他人的情况”与“他们的情况”之间作出了清晰的对比。
  3. §2.49.5ἐκ τοῦ περιέχοντος — 中性单数现在分词“τὸ περιέχον”(字面意为“包围之物”)是希腊语科学与哲学文献中的惯用表达,指“周围的大气”或“空气”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.49.1-2.49.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.49.1-2.49.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。