§2.49.1ἡ δʼ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία τοσοῦτο διαφέρει ταύτης ὥστε διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ τῶν ἄλλων ἀγαθῶν εὐδαίμονα Ἀραβίαν προσαγορευθῆναι.
The Arabia which is adjacent to the waterless and desert land differs so much from it that, because of the abundance of the fruits and other good things growing in it, it has been called 'Arabia Felix' (Fortunate Arabia).
§2.49.2κάλαμον μὲν γὰρ καὶ σχοῖνον καὶ τὴν ἄλλην ὕλην τὴν ἀρωματίζουσαν πολλὴν φέρει καὶ καθόλου παντοδαπὰς φύλλων εὐωδίας, καὶ τῶν ἀποσταζόντων δακρύων ὀσμαῖς ποικίλαις διείληπται· τήν τε γὰρ σμύρναν καὶ τὸν προσφιλέστατον τοῖς θεοῖς εἴς τε τὴν οἰκουμένην ἅπασαν διαπόμπιμον λιβανωτὸν αἱ ταύτης ἐσχατιαὶ φέρουσι.
For it produces much reed and rush and other aromatic plants, and in general every kind of fragrance of leaves, and is filled with the various odors of dripping tears; for its borderlands produce myrrh and the frankincense most beloved by the gods, which is exported to the entire inhabited world.
§2.49.3τοῦ δὲ κόστου καὶ κασίας, ἔτι δὲ κιναμώμου καὶ τῶν ἄλλων τῶν τοιούτων χόρτοι καὶ θάμνοι βαθεῖαι τοσαῦται πεφύκασιν ὥστε τὰ παρὰ τοῖς ἄλλοις σπανίως ἐπὶ βωμοὺς θεῶν τιθέμενα παρʼ ἐκείνοις καὶ κλιβάνων ὑπάρχειν ἐκκαύματα, καὶ τὰ παρὰ τοῖς ἄλλοις μικρῷ δείγματι ὑπάρχοντα παρʼ ἐκείνοις στιβάδας οἰκετικὰς ἐπὶ τῶν οἰκιῶν παρέχεσθαι.
And of costus and cassia, and further of cinnamon and other such things, there grow such deep grasses and shrubs that what with other peoples is rarely placed upon the altars of the gods is with them used even as fuel for ovens, and what with others exists only in a small sample provides with them servants' pallets in their houses.
τό τε καλούμενον κινάμωμον διάφορον χρείαν παρεχόμενον καὶ ῥητίνη καὶ τερέβινθος ἄπλατος εὐώδης φύεται περὶ τοὺς τόπους.
The so-called cinnamon also, which yields a diverse utility, and resin, and the immense, fragrant terebinth grow in these regions.
§2.49.4ἐν δὲ τοῖς ὄρεσιν οὐ μόνον ἐλάτη καὶ πεύκη φύεται δαψιλής, ἀλλὰ καὶ κέδρος καὶ ἄρκευθος ἄπλατος καὶ τὸ καλούμενον βόρατον.
And on the mountains there grows abundantly not only silver-fir and pine, but also cedar and immense juniper and the so-called boraton.
πολλαὶ δὲ καὶ ἄλλαι φύσεις εὐώδεις καρποφοροῦσαι τὰς ἀπορροίας καὶ προσπνεύσεις ἔχουσι τοῖς ἐγγίσασι προσηνεστάτας.
Many other fragrant plants which bear fruit also offer most pleasant exhalations and breezes to those who draw near.
καὶ γὰρ αὐτὸ τὸ τῆς γῆς ἔχει τι φυσικὸν ἔνατμον καὶ θυμιάμασιν ἡδέσιν ἐοικός.
For the very soil has some natural vapor of its own, resembling sweet incense.
§2.49.5διὸ καὶ κατά τινας τόπους τῆς Ἀραβίας ὀρυττομένης τῆς γῆς εὑρίσκονται φλέβες εὐώδεις, ὧν μεταλλευομένων ἐξαίσιοι τὸ μέγεθος λατομίαι γίνονται· ἐκ δὲ τούτων τὰς οἰκίας συλλέγοντες κατασκευάζουσιν, αἷς ὅταν ἐκ τοῦ περιέχοντος προσπέσωσι ψεκάδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος δυρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίθων, καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους.
Therefore also in certain parts of Arabia, when the earth is dug, fragrant veins are found, from the quarrying of which quarries of extraordinary size are formed; and collecting materials from these, they construct their houses, and whenever on these drops of rain fall from the atmosphere, that which is melted by the moisture flows into the joints of the stones, and hardening, makes the walls continuous.