Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.49.1-2.49.5

幸福なアラビアの豊かな自然と香料の産出

149 / 406 箇所 · ギリシア語

要旨

砂漠に隣接する「幸福なアラビア」の豊かな植生と様々な香料(乳香や没薬など)の豊富さ、そしてその地の芳香を帯びた土壌や建材となる特殊な石の特徴を説明する。

§2.49.1ἡ δʼ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία τοσοῦτο διαφέρει ταύτης ὥστε διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ τῶν ἄλλων ἀγαθῶν εὐδαίμονα Ἀραβίαν προσαγορευθῆναι.
水がなく砂漠である土地に隣接するアラビアは、この土地と非常に異なっているので、そこ(=そのアラビア)に育つ果実や他の良いものの豊かさのゆえに、『幸福なアラビア』と呼ばれるにいたった。
§2.49.2κάλαμον μὲν γὰρ καὶ σχοῖνον καὶ τὴν ἄλλην ὕλην τὴν ἀρωματίζουσαν πολλὴν φέρει καὶ καθόλου παντοδαπὰς φύλλων εὐωδίας, καὶ τῶν ἀποσταζόντων δακρύων ὀσμαῖς ποικίλαις διείληπται·
というのも、そこは芳香を放つ葦やショウノウ、またその他の香料となる草木を豊かに産出し、全体としてあらゆる種類の葉の芳香をもたらし、滴り落ちる液体の多様な香りで満たされているからである。
τήν τε γὰρ σμύρναν καὶ τὸν προσφιλέστατον τοῖς θεοῖς εἴς τε τὴν οἰκουμένην ἅπασαν διαπόμπιμον λιβανωτὸν αἱ ταύτης ἐσχατιαὶ φέρουσι.
なぜなら、この地の辺境は、ミルラや、神々に最も好まれ、世界中に輸出されている乳香を産出するからである。
§2.49.3τοῦ δὲ κόστου καὶ κασίας, ἔτι δὲ κιναμώμου καὶ τῶν ἄλλων τῶν τοιούτων χόρτοι καὶ θάμνοι βαθεῖαι τοσαῦται πεφύκασιν ὥστε τὰ παρὰ τοῖς ἄλλοις σπανίως ἐπὶ βωμοὺς θεῶν τιθέμενα παρʼ ἐκείνοις καὶ κλιβάνων ὑπάρχειν ἐκκαύματα, καὶ τὰ παρὰ τοῖς ἄλλοις μικρῷ δείγματι ὑπάρχοντα παρʼ ἐκείνοις στιβάδας οἰκετικὰς ἐπὶ τῶν οἰκιῶν παρέχεσθαι.
また、コスタスやカシア、さらにはシナモンやその類いの植物の草や深い茂みが非常にたくさん自生しているので、他の人々の間では神々の祭壇に稀にしか捧げられないものが、彼らのところでは窯の燃料となっており、他の人々の間ではほんのわずかな見本としてしか存在しないものが、彼らのところでは家の中の使用人のための寝床を提供しているほどである。
τό τε καλούμενον κινάμωμον διάφορον χρείαν παρεχόμενον καὶ ῥητίνη καὶ τερέβινθος ἄπλατος εὐώδης φύεται περὶ τοὺς τόπους.
いわゆるシナモンも、多様な用途を提供し、樹脂や、計り知れないほど芳香を放つテレビンノキがそれらの場所に自生している。
§2.49.4ἐν δὲ τοῖς ὄρεσιν οὐ μόνον ἐλάτη καὶ πεύκη φύεται δαψιλής, ἀλλὰ καὶ κέδρος καὶ ἄρκευθος ἄπλατος καὶ τὸ καλούμενον βόρατον.
また山々には、モミやマツが豊かに生えているだけでなく、ヒマラヤスギや、巨大なネズ、そしていわゆるボラトンも生えている。
πολλαὶ δὲ καὶ ἄλλαι φύσεις εὐώδεις καρποφοροῦσαι τὰς ἀπορροίας καὶ προσπνεύσεις ἔχουσι τοῖς ἐγγίσασι προσηνεστάτας.
また、芳香を放つ実を結ぶ他の多くの植物も、近づく者に極めて心地よい発散物と微風をもたらす。
καὶ γὰρ αὐτὸ τὸ τῆς γῆς ἔχει τι φυσικὸν ἔνατμον καὶ θυμιάμασιν ἡδέσιν ἐοικός.
というのも、その土地自体が、何か自然な蒸気を帯びており、快い香料に似ているからである。
§2.49.5διὸ καὶ κατά τινας τόπους τῆς Ἀραβίας ὀρυττομένης τῆς γῆς εὑρίσκονται φλέβες εὐώδεις, ὧν μεταλλευομένων ἐξαίσιοι τὸ μέγεθος λατομίαι γίνονται·
それゆえ、アラビアのある地方では、地を掘ると香りのよい脈が発見され、これらが採掘されると、その規模において驚くべき石切り場が形成される。
ἐκ δὲ τούτων τὰς οἰκίας συλλέγοντες κατασκευάζουσιν, αἷς ὅταν ἐκ τοῦ περιέχοντος προσπέσωσι ψεκάδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος δυρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίθων, καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους.
人々はこれらを集めて家々を建設するが、これらに周囲の大気から雨の滴が降り注ぐと、湿気によって溶け出したものが石の接合部へと流れ込み、固まることで、隙間のない一体となった壁を作り上げるのである。

語釈・文法注

  1. §2.49.1ἡ δʼ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία — 「ἐχομένη」(ἔχω の現在中動態分詞)が属格「τῆς ... χώρας」を伴い、「〜に隣接する、接する」という意味を表す構文。これは空間的な隣接関係を示す標準的な用法。
  2. §2.49.3τοῦ δὲ κόστου καὶ κασίας... χόρτοι καὶ θάμνοι βαθεῖαι τοσαῦται πεφύκασιν ὥστε... — 「ὥστε」に導かれる結果節が、2つの対照的な対格+不定詞構造(τὰ... ὑπάρχειν... と τὰ... παρέχεσθαι)を含んでいる。「他の人々の間では…であるものが、彼らのところでは…である」という対比構造をなす。
  3. §2.49.5ἐκ τοῦ περιέχοντος — 中性単数現在分詞「τὸ περιέχον」(周囲を取り囲むもの)は、ギリシア語の科学・哲学文献において「大気(surrounding atmosphere)」を意味する慣用的な表現。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.49.1-2.49.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.49.1-2.49.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。