Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.48.1-2.48.9

纳巴泰人的风俗与沥青湖的特异性质

第 148 段,共 406 段 · 希腊语

内容简介

本章节叙述了阿拉伯地区纳巴泰人的风俗,以及他们如何利用隐藏的水井保持独立的历史。同时详细描写了他们领地内产沥青的湖泊(死海)的特异性质和香脂的产出。

§2.48.1τούτων δʼ ἡμῖν διευκρινημένων μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἕτερα μέρη τῆς Ἀσίας τὰ μὴ τετευχότα τῆς ἀναγραφῆς, καὶ μάλιστα τὰ κατὰ τὴν Ἀραβίαν.
既然这些事情已由我们阐明,我们将把叙述转向亚洲其他尚未被记载的部分,尤其是关于阿拉伯的地区。
αὕτη γὰρ κεῖται μὲν μεταξὺ Συρίας καὶ τῆς Αἰγύπτου, πολλοῖς δὲ καὶ παντοδαποῖς ἔθνεσι διείληπται.
因为这片土地位于叙利亚和埃及之间,被许多各色各样的民族所分割。
τὰ μὲν οὖν πρὸς τὴν ἕω μέρη κατοικοῦσιν Ἄραβες οὓς ὀνομάζουσι Ναβαταίους, νεμόμενοι χώραν τὴν μὲν ἔρημον, τὴν δὲ ἄνυδρον, ὀλίγην δὲ καρποφόρον.
因此,居住在东部地区的是被称为纳巴泰人的阿拉伯人,他们占领的土地一部分是荒漠,一部分缺水,只有极少部分肥沃。
§2.48.2ἔχουσι δὲ βίον λῃστρικόν, καὶ πολλὴν τῆς ὁμόρου χώρας κατατρέχοντες λῃστεύουσιν, ὄντες δύσμαχοι κατὰ τοὺς πολέμους.
他们过着掠夺的生活,经常侵袭邻近的许多土地并进行抢劫,在战争中是极难对付的敌人。
κατὰ γὰρ τὴν ἄνυδρον χώραν λεγομένην κατεσκευακότες εὔκαιρα φρέατα, καὶ ταῦτα πεποιηκότες τοῖς ἀλλοεθνέσιν ἄγνωστα, συμφεύγουσιν εἰς τὴν χώραν ταύτην ἀκινδύνως.
因为在被称为“无水之地”的地区,他们建造了便利的井,并使其他民族无法知晓,从而得以毫无危险地一同逃往这片土地。
§2.48.3αὐτοὶ μὲν γὰρ εἰδότες τὰ κατακεκρυμμένα τῶν ὑδάτων, καὶ ταῦτʼ ἀνοίγοντες, χρῶνται δαψιλέσι ποτοῖς· οἱ δὲ τούτους ἐπιδιώκοντες ἀλλοεθνεῖς σπανίζοντες τῆς ὑδρείας διὰ τὴν ἄγνοιαν τῶν φρεάτῶν, οἱ μὲν ἀπόλλυνται διὰ τὴν σπάνιν τῶν ὑδάτων, οἱ δὲ πολλὰ κακοπαθήσαντες μόγις εἰς τὴν οἰκείαν σώζονται.
因为他们自己知道隐藏的水源,并将其打开,享用充足的饮水;而追击他们的其他民族,由于不了解这些井而缺乏水源,有的因缺水而丧生,有的经历了许多痛苦后,好不容易才保全性命逃回本国。
§2.48.4διόπερ οἱ ταύτην τὴν χώραν κατοικοῦντες Ἄραβες, ὄντες δυσκαταπολέμητοι, διατελοῦσιν ἀδούλωτοι, πρὸς δὲ τούτοις ἔπηλυν μὲν ἡγεμόνα τὸ παράπαν οὐ προσδέχονται, διατελοῦσι δὲ τὴν ἐλευθερίαν διαφυλάττοντες ἀσάλευτον.
因此,居住在这片土地上的阿拉伯人极难被战胜,始终未被奴役,而且他们完全不接受任何外来的统治者,始终保持着坚不可摧的自由。
§2.48.5διόπερ οὔτʼ Ἀσσύριοι τὸ παλαιὸν οὔθʼ οἱ Μήδων καὶ Περσῶν, ἔτι δὲ Μακεδόνων βασιλεῖς ἠδυνήθησαν αὐτοὺς καταδουλώσασθαι, πολλὰς μὲν καὶ μεγάλας δυνάμεις ἐπʼ αὐτοὺς ἀγαγόντες, οὐδέποτε δὲ τὰς ἐπιβολὰς συντελέσαντες.
所以,无论是古时亚述人,还是美地亚和波斯的国王,甚至是马其顿的国王,都未能奴役他们,尽管这些国王曾率领众多强大的军队讨伐他们,但他们的企图从未得逞。
§2.48.6ἔστι δʼ ἐν τῇ χώρᾳ τῶν Ναβαταίων καὶ πέτρα καθʼ ὑπερβολὴν ὀχυρά, μίαν ἀνάβασιν ἔχουσα, διʼ ἧς κατʼ ὀλίγους ἀναβαίνοντες ἀποτίθενται τὰς ἀποσκευάς· λίμνη τε μεγάλη φέρουσα πολλὴν ἄσφαλτον, ἐξ ἧς λαμβάνουσιν οὐκ ὀλίγας προσόδους.
在纳巴泰人的土地上,还有一座极其险固的岩石,只有一条登攀之路,他们通过这条路以少数人依次攀登,并存放他们的财物;还有一个产出大量沥青的大湖,他们从中获得了不少收入。
§2.48.7αὕτη δʼ ἔχει τὸ μὲν μῆκος σταδίων ὡς πεντακοσίων, τὸ δὲ πλάτος ὡς ἑξήκοντα, τὸ δʼ ὕδωρ δυσῶδες καὶ διάπικρον, ὥστε μὴ δύνασθαι μήτʼ ἰχθῦν τρέφειν μήτʼ ἄλλο τῶν καθʼ ὕδατος εἰωθότων ζῴων εἶναι.
这个湖长约五百斯塔德,宽约六十斯塔德,水质恶臭且极苦,以至于既不能养鱼,也不能有其他任何通常在水中生活的动物。
ἐμβαλλόντων δʼ εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων, τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης κατʼ ἐνιαυτὸν ἐκφυσᾷ ἀσφάλτου μέγεθος ποτὲ μὲν μεῖζον ἢ τρίπλεθρον, ἔστι δʼ ὅτε δυοῖν πλέθρων· ἐφʼ ᾧ δὴ συνήθως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δʼ ἔλαττον μόσχον ἐπονομάζουσιν.
虽然有甜水极其突出的几条大河注入其中,但湖水以其恶臭盖过了这些河水。 每年湖中央都会喷出沥青块,有时大于三普勒特隆,有时为二普勒特隆;因此,周围居住的蛮族习惯上将较大的称为“公牛”,而将较小的命名为“小牛”。
§2.48.8ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας ὁ τύπος φαίνεται τοῖς ἐξ ἀποστήματος θεωροῦσιν οἱονεὶ νῆσος.
当沥青漂浮在湖面上时,在远处观看的人眼中,其形状就像是一座岛屿。
τὴν δʼ ἔκπτωσιν τῆς ἀσφάλτου συμβαίνει φανερὰν γίνεσθαι τοῖς ἀνθρώποις πρὸ ἡμερῶν εἴκοσι·
沥青的喷出在二十天前就会向人们显现。
κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ προσπίπτει μετὰ πνεύματος, καὶ πᾶς ὁ περὶ τὸν τόπον ἄργυρός τε καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος.
因为在湖泊周围许多斯塔德的范围内,会伴随风飘来异味,该地区周围所有的银、金、铜都会失去其原本特有的光泽。
ἀλλʼ αὕτη μὲν ἀποκαθίσταται πάλιν, ἐπειδὰν ἀναφυσηθῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον·
但是,一旦所有的沥青都喷出完毕,这又会重新恢复。
ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν ἀνθρώπων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια.
然而,邻近的地区因炎热且恶臭,使人们的身体多病且极为短命。
§2.48.9ἀγαθὴ δʼ ἐστὶ φοινικόφυτος ὅσην αὐτῆς συμβαίνει ποταμοῖς διειλῆφθαι χρησίμοις ἢ πηγαῖς δυναμέναις ἀρδεύειν.
但凡是有幸被有用的河流或可以灌溉的泉水所穿流的土地,都是种植着棕榈的沃土。
γίνεται δὲ περὶ τοὺς τόπους ἐν αὐλῶνί τινι καὶ τὸ καλούμενον βάλσαμον, ἐξ οὗ πρόσοδον ἁδρὰν λαμβάνουσιν, οὐδαμοῦ μὲν τῆς ἄλλης οἰκουμένης εὑρισκομένου τοῦ φυτοῦ τούτου, τῆς δʼ ἐξ αὐτοῦ χρείας εἰς φάρμακα τοῖς ἰατροῖς καθʼ ὑπερβολὴν εὐθετούσης.
在这些地区的某个山谷中,还生长着所谓的香脂,他们从中获得了丰厚的收入。 这种植物在世界其他任何有人居住的地方都见不到,而由其制成的药剂对医生来说极其适用。

词汇与语法注释

  1. 2.48.1τούτων δʼ ἡμῖν διευκρινημένων — 属格独立分词结构(即绝对属格)。`τούτων` 是分词 `διευκρινημένων` 逻辑上的主语,而 `ἡμῖν` 是与被动分词连用的施事与格(表示“被我们”)。
  2. 2.48.7τούτων μὲν περιγίνεται — 动词 `περιγίνεται`(意为“战胜”、“盖过”)支配属格,因此 `τούτων` 是指代前文“甜水极其突出的几条大河”(`ποταμῶν μεγάλων`)的属格代词。该动词的主语在语境上是“湖”(`αὕτη`)。
  3. 2.48.7ἐφʼ ᾧ δὴ — 结合关系代词中性单数与格的短语 `ἐφ' ᾧ`(相当于 `ἐπὶ τούτῳ`)是一种惯用的连接表达,承接前文的整体内容,表示“因此”、“结果是”或“由此”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.48.1-2.48.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.48.1-2.48.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。