§2.47.1ἡμεῖς δʼ ἐπεὶ τὰ πρὸς ἄρκτους κεκλιμένα μέρη τῆς Ἀσίας ἠξιώσαμεν ἀναγραφῆς, οὐκ ἀνοίκειον εἶναι νομίζομεν τὰ περὶ τῶν Ὑπερβορέων μυθολογούμενα διελθεῖν.
既然我们认为亚洲的偏北地区值得记载,我们便觉得叙述关于海波里安人的传说并非不合时宜。
τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων Ἑκαταῖος καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας.
在那些记录了古代神话的人之中,赫卡泰乌斯和其他一些人说,在凯尔特地区对面的大洋中,有一个不小于西西里岛的岛屿。
ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι τῆς βορείου πνοῆς·
该岛位于北方,由被称为海波里安人的人们居住,这一名称源于他们居住在北风吹袭之外的更远地方。
οὖσαν δʼ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δʼ εὐκρασίᾳ διαφέρουσαν, διττοὺς κατʼ ἔτος ἐκφέρειν καρπούς.
该岛土地肥沃、物产丰饶,且在气候温和上独具特色,每年产两次作物。
§2.47.2μυθολογοῦσι δʼ ἐν αὐτῇ τὴν Λητὼ γεγονέναι· διὸ καὶ τὸν Ἀπόλλω μάλιστα τῶν ἄλλων θεῶν παρʼ αὐτοῖς τιμᾶσθαι· εἶναι δʼ αὐτοὺς ὥσπερ ἱερεῖς τινας Ἀπόλλωνος διὰ τὸ τὸν θεὸν τοῦτον καθʼ ἡμέραν ὑπʼ αὐτῶν ὑμνεῖσθαι μετʼ ᾠδῆς συνεχῶς καὶ τιμᾶσθαι διαφερόντως.
传说勒托出生在该岛;因此在他们中间,阿波罗比其他神明更受尊崇;他们自己就像是阿波罗的祭司,因为这位神明每日都被他们用歌声不断歌颂并受到格外的尊敬。
ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον τέμενός τε Ἀπόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναθήμασι πολλοῖς κεκοσμημένον, σφαιροειδῆ τῷ σχήματι.
岛上既有阿波罗的宏伟圣地,也有一个饰有许多供奉物、形状为球形的著名神殿。
§2.47.3καὶ πόλιν μὲν ὑπάρχειν ἱερὰν τοῦ θεοῦ τούτου, τῶν δὲ κατοικούντων αὐτὴν τοὺς πλείστους εἶναι κιθαριστάς, καὶ συνεχῶς ἐν τῷ ναῷ κιθαρίζοντας ὕμνους λέγειν τῷ θεῷ μετʼ ᾠδῆς, ἀποσεμνύνοντας αὐτοῦ τὰς πράξεις.
这里有一座属于该神的圣城,其中的居民大多是竖琴手,他们不断在神殿中弹奏竖琴,用歌声向神吟唱赞歌,颂扬他的功绩。
§2.47.4ἔχειν δὲ τοὺς Ὑπερβορέους ἰδίαν τινὰ διάλεκτον, καὶ πρὸς τοὺς Ἕλληνας οἰκειότατα διακεῖσθαι, καὶ μάλιστα πρὸς τοὺς Ἀθηναίους καὶ Δηλίους, ἐκ παλαιῶν χρόνων παρειληφότας τὴν εὔνοιαν ταύτην.
海波里安人有他们自己独特的方言,并且对希腊人抱有极深厚的友好感情,尤其是对雅典人和提洛人,他们自古以来就传承着这种友好态度。
καὶ τῶν Ἑλλήνων τινὰς μυθολογοῦσι παραβαλεῖν εἰς Ὑπερβορέους, καὶ ἀναθήματα πολυτελῆ καταλιπεῖν γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένα.
传说也有一些希腊人曾拜访海波里安人,并留下了刻有希腊字母的贵重供奉物。
§2.47.5ὡσαύτως δὲ καὶ ἐκ τῶν Ὑπερβορέων Ἄβαριν εἰς τὴν Ἑλλάδα καταντήσαντα τὸ παλαιὸν ἀνασῶσαι τὴν πρὸς Δηλίους εὔνοιάν τε καὶ συγγένειαν.
同样,据说在古代,阿巴里斯也从海波里安人那里来到希腊,重建了与提洛人的友好关系和亲族关系。
φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὐτῇ φανεράς.
他们还说,从这个岛上看,月球似乎距离地球极近,并且其表面有一些清晰可见的、如同陆地般的凸起。
§2.47.6λέγεται δὲ καὶ τὸν θεὸν δι’ ἐτῶν ἐννεακαίδεκα καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς αἱ τῶν ἄστρων ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται· καὶ διὰ τοῦτο τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν Ἑλλήνων Μέτωνος ἐνιαυτὸν ὀνομάζεσθαι.
据说,神每隔十九年便会降临该岛,在这一时期内,星辰的复位得以完成;因此,这个十九年的周期被希腊人称为“默冬之年”。
§2.47.7κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον.
在这次显圣期间,神自春分起至昴星团升起为止,整夜不断地弹琴起舞,为自己的昌盛而欢欣。
βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς ὀνομαζομένους Βορεάδας, ἀπογόνους ὄντας Βορέου, καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.
而那些被称为波利阿代的人统治着这座城市并掌管圣地,他们是波利阿斯的后裔,并且始终按家族世袭继承官职。