Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.48.1-2.48.9

ナバテア人の風習とアスファルト湖の特異性

148 / 406 箇所 · ギリシア語

要旨

アラビア地方のナバテア人の風習と、彼らが独自の井戸を用いて独立を保ち続けてきた歴史を説く。また、彼らの地にあるアスファルトを産出する湖(死海)の特異な性質やバルサムの産出について描写する。

§2.48.1τούτων δʼ ἡμῖν διευκρινημένων μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἕτερα μέρη τῆς Ἀσίας τὰ μὴ τετευχότα τῆς ἀναγραφῆς, καὶ μάλιστα τὰ κατὰ τὴν Ἀραβίαν.
これらが私たちによって明らかにされたので、私たちは記述されていないアジアの他の地域、特にアラビアの諸地方へと論を進めよう。
αὕτη γὰρ κεῖται μὲν μεταξὺ Συρίας καὶ τῆς Αἰγύπτου, πολλοῖς δὲ καὶ παντοδαποῖς ἔθνεσι διείληπται.
というのも、この地はシリアとエジプトの間に位置しており、多くの様々な民族によって居住されているからである。
τὰ μὲν οὖν πρὸς τὴν ἕω μέρη κατοικοῦσιν Ἄραβες οὓς ὀνομάζουσι Ναβαταίους, νεμόμενοι χώραν τὴν μὲν ἔρημον, τὴν δὲ ἄνυδρον, ὀλίγην δὲ καρποφόρον.
さて、東に面した部分には、人々がナバテア人と呼ぶアラブ人が住んでおり、彼らはある部分は砂漠、ある部分は水がなく、そしてごくわずかな部分だけが実り豊かな土地を領有している。
§2.48.2ἔχουσι δὲ βίον λῃστρικόν, καὶ πολλὴν τῆς ὁμόρου χώρας κατατρέχοντες λῃστεύουσιν, ὄντες δύσμαχοι κατὰ τοὺς πολέμους.
彼らは略奪を伴う生活を送り、隣接する土地の多くを侵略しては略奪を働き、戦争においては手強い敵となる。
κατὰ γὰρ τὴν ἄνυδρον χώραν λεγομένην κατεσκευακότες εὔκαιρα φρέατα, καὶ ταῦτα πεποιηκότες τοῖς ἀλλοεθνέσιν ἄγνωστα, συμφεύγουσιν εἰς τὴν χώραν ταύτην ἀκινδύνως.
なぜなら、彼らは「水なき地方」と呼ばれる土地に都合の良い井戸をあらかじめ作っておき、それらを他民族には知られないようにしておくことで、危険なくこの土地へと一斉に逃げ込むからである。
§2.48.3αὐτοὶ μὲν γὰρ εἰδότες τὰ κατακεκρυμμένα τῶν ὑδάτων, καὶ ταῦτʼ ἀνοίγοντες, χρῶνται δαψιλέσι ποτοῖς·
彼ら自身は隠された水源を知っており、それらを開くことで、豊かな飲料水を利用する。
οἱ δὲ τούτους ἐπιδιώκοντες ἀλλοεθνεῖς σπανίζοντες τῆς ὑδρείας διὰ τὴν ἄγνοιαν τῶν φρεάτῶν, οἱ μὲν ἀπόλλυνται διὰ τὴν σπάνιν τῶν ὑδάτων, οἱ δὲ πολλὰ κακοπαθήσαντες μόγις εἰς τὴν οἰκείαν σώζονται.
これに対して、彼らを追跡する他民族は、井戸を知らないために給水に窮し、ある者は水の欠乏によって滅び、ある者は多大な苦難に遭いながらかろうじて自国へと逃げ帰るのである。
§2.48.4διόπερ οἱ ταύτην τὴν χώραν κατοικοῦντες Ἄραβες, ὄντες δυσκαταπολέμητοι, διατελοῦσιν ἀδούλωτοι, πρὸς δὲ τούτοις ἔπηλυν μὲν ἡγεμόνα τὸ παράπαν οὐ προσδέχονται, διατελοῦσι δὲ τὴν ἐλευθερίαν διαφυλάττοντες ἀσάλευτον.
それゆえに、この土地に住むアラブ人たちは、戦い難い者たちであり、征服されることなくあり続け、その上、外来の支配者をまったく受け入れず、自由を揺るぎなく守り続けている。
§2.48.5διόπερ οὔτʼ Ἀσσύριοι τὸ παλαιὸν οὔθʼ οἱ Μήδων καὶ Περσῶν, ἔτι δὲ Μακεδόνων βασιλεῖς ἠδυνήθησαν αὐτοὺς καταδουλώσασθαι, πολλὰς μὲν καὶ μεγάλας δυνάμεις ἐπʼ αὐτοὺς ἀγαγόντες, οὐδέποτε δὲ τὰς ἐπιβολὰς συντελέσαντες.
それゆえ、古の時代にアッシリア人も、メディアやペルシアの王たちも、さらにはマケドニアの王たちも、彼らに対して多くの強大な軍隊を率いて行ったものの、その企てを完遂することは決してできず、彼らを服従させることはできなかった。
§2.48.6ἔστι δʼ ἐν τῇ χώρᾳ τῶν Ναβαταίων καὶ πέτρα καθʼ ὑπερβολὴν ὀχυρά, μίαν ἀνάβασιν ἔχουσα, διʼ ἧς κατʼ ὀλίγους ἀναβαίνοντες ἀποτίθενται τὰς ἀποσκευάς·
またナバテア人の土地には、極めて堅固な、ただ一つの登り口を持つ岩があり、それを通って人々は少人数ずつ登り、家財を保管する。
λίμνη τε μεγάλη φέρουσα πολλὴν ἄσφαλτον, ἐξ ἧς λαμβάνουσιν οὐκ ὀλίγας προσόδους.
また、多量のアスファルトを産出する大きな湖があり、そこから彼らは少なくない収入を得ている。
§2.48.7αὕτη δʼ ἔχει τὸ μὲν μῆκος σταδίων ὡς πεντακοσίων, τὸ δὲ πλάτος ὡς ἑξήκοντα, τὸ δʼ ὕδωρ δυσῶδες καὶ διάπικρον, ὥστε μὴ δύνασθαι μήτʼ ἰχθῦν τρέφειν μήτʼ ἄλλο τῶν καθʼ ὕδατος εἰωθότων ζῴων εἶναι.
この湖は長さが約500スタディオン、幅が約60スタディオンあり、その水は悪臭を放ち極めて苦く、魚を育てることも、水中に通常生息する他のいかなる生物が存在することもできない。
ἐμβαλλόντων δʼ εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων, τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης κατʼ ἐνιαυτὸν ἐκφυσᾷ ἀσφάλτου μέγεθος ποτὲ μὲν μεῖζον ἢ τρίπλεθρον, ἔστι δʼ ὅτε δυοῖν πλέθρων·
甘味において際立つ大きな川がそこに流れ込んでいるが、湖はその悪臭によってこれらに打ち勝つ。 そして、毎年その中央からアスファルトの塊を噴き出し、それはある時は3プレトロンより大きく、またある時は 2プレトロンに及ぶ。
ἐφʼ ᾧ δὴ συνήθως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δʼ ἔλαττον μόσχον ἐπονομάζουσιν.
それゆえ、周辺に住む未開人たちは習慣的に、大きい方を「雄牛」と呼び、小さい方を「仔牛」と名付けている。
§2.48.8ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας ὁ τύπος φαίνεται τοῖς ἐξ ἀποστήματος θεωροῦσιν οἱονεὶ νῆσος.
アスファルトが沖合に浮かんでいる時、その姿は遠くから眺める者には、まるで島のように見える。
τὴν δʼ ἔκπτωσιν τῆς ἀσφάλτου συμβαίνει φανερὰν γίνεσθαι τοῖς ἀνθρώποις πρὸ ἡμερῶν εἴκοσι·
アスファルトの噴出は、20日前に人々にとって明らかになる。
κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ προσπίπτει μετὰ πνεύματος, καὶ πᾶς ὁ περὶ τὸν τόπον ἄργυρός τε καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος.
というのも、湖の周囲の何スタディオンにもわたって、風を伴った臭気が漂い、その地域にあるすべての銀、金、銅が本来の色を失うからである。
ἀλλʼ αὕτη μὲν ἀποκαθίσταται πάλιν, ἐπειδὰν ἀναφυσηθῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον·
しかし、アスファルトがすべて噴出し終えると、これは再び元に戻る。
ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν ἀνθρώπων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια.
だが、近隣の地域は熱を帯び、悪臭を放っているため、人々の身体を病気がちにさせ、完全に短命にする。
§2.48.9ἀγαθὴ δʼ ἐστὶ φοινικόφυτος ὅσην αὐτῆς συμβαίνει ποταμοῖς διειλῆφθαι χρησίμοις ἢ πηγαῖς δυναμέναις ἀρδεύειν.
しかし、有用な川や灌漑できる泉によって潤されている地域はすべて、ナツメヤシが生い茂る肥沃な土地である。
γίνεται δὲ περὶ τοὺς τόπους ἐν αὐλῶνί τινι καὶ τὸ καλούμενον βάλσαμον, ἐξ οὗ πρόσοδον ἁδρὰν λαμβάνουσιν, οὐδαμοῦ μὲν τῆς ἄλλης οἰκουμένης εὑρισκομένου τοῦ φυτοῦ τούτου, τῆς δʼ ἐξ αὐτοῦ χρείας εἰς φάρμακα τοῖς ἰατροῖς καθʼ ὑπερβολὴν εὐθετούσης.
また、これらの地域の、ある谷間には、いわゆるバルサムも産出し、そこから彼らは多大な収入を得ている。 この植物は、世界の他のいかなる居住地でも見出されず、それから得られる効用は、医師たちの薬用として極めて適している。

語釈・文法注

  1. 2.48.1τούτων δʼ ἡμῖν διευκρινημένων — 属格独立分詞構文(いわゆる絶対属格)。`τούτων` が分詞 `διευκρινημένων` の意味上の主語であり、`ἡμῖν` は受動態分詞に伴う行為者の与格(「私たちによって」)である。
  2. 2.48.7τούτων μὲν περιγίνεται — `περιγίνεται` は「凌駕する、打ち勝つ」を意味する属格支配の動詞であり、`τούτων` は直前の「甘味において際立つ大きな川(ποταμῶν μεγάλων...)」を指す属格である。動詞の主語は文脈上「湖(αὕτη = λίμνη)」である。
  3. 2.48.7ἐφʼ ᾧ δὴ — 関係代名詞の中性単数与格を用いた `ἐφ' ᾧ`(ἐπὶ τούτῳ)は、前文全体の内容を受けて「それゆえに」「その結果として」という結果や理由を示す慣用的な接続表現。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.48.1-2.48.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.48.1-2.48.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。