Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.35.1-2.35.4

印度的边界规模与气候物产

第 135 段,共 406 段 · 希腊语

内容简介

作者描述了印度的四方边界与广袤疆域,详细说明了因其地理位置而产生的独特天文气候现象。同时提到了肥沃的土地、丰富的动植物资源,尤其是用于军事的强大象群。

§2.35.1ἡ τοίνυν Ἰνδικὴ τετράπλευρος οὖσα τῷ σχήματι, τὴν μὲν πρὸς ἀνατολὰς νεύουσαν πλευρὰν καὶ τὴν πρὸς μεσημβρίαν ἡ μεγάλη περιέχει θάλαττα, τὴν δὲ πρὸς τὰς ἄρκτους τὸ Ἠμωδὸν ὄρος διείργει τῆς Σκυθίας, ἣν κατοικοῦσι τῶν Σκυθῶν οἱ προσαγορευόμενοι Σάκαι· τὴν δὲ τετάρτην πρὸς δύσιν ἐστραμμένην διείληφεν ὁ Ἰνδὸς προσαγορευόμενος ποταμός, μέγιστος ὢν τῶν πάντων μετὰ τὸν §2.35.2Νεῖλον.
由此,印度在其形状上呈四边形,其向东倾斜的一边和向南的一边由大洋环绕,而向北的一边则由赫莫don山脉与斯基泰隔开,该地居住着被称为塞克人的斯基泰人;面向西方的第四边则由被称为印度河的河流所界定,它是除尼罗河之外所有河流中最大的。
τὸ δὲ μέγεθος τῆς ὅλης Ἰνδικῆς φασιν ὑπάρχειν ἀπὸ μὲν ἀνατολῶν πρὸς δύσιν δισμυρίων ὀκτακισχιλίων σταδίων, ἀπὸ δὲ τῶν ἄρκτων πρὸς μεσημβρίαν τρισμυρίων δισχιλίων.
据称,整个印度的面积从东到西为两万八千斯塔德,从北到南为三万二千斯塔德。
τηλικαύτη δʼ οὖσα τὸ μέγεθος δοκεῖ τοῦ κόσμου μάλιστα περιέχειν τὸν τῶν θερινῶν τροπῶν κύκλον, καὶ πολλαχῇ μὲν ἐπʼ ἄκρας τῆς Ἰνδικῆς ἰδεῖν ἔστιν ἀσκίους ὄντας τοὺς γνώμονας, νυκτὸς δὲ τὰς ἄρκτους ἀθεωρήτους· ἐν δὲ τοῖς ἐσχάτοις οὐδʼ αὐτὸν τὸν ἀρκτοῦρον φαίνεσθαι· καθʼ ὃν δὴ τόπον φασὶ καὶ τὰς σκιὰς κεκλίσθαι πρὸς μεσημβρίαν.
由于如此庞大,它似乎最能容纳宇宙的夏至回归线,在印度边缘的许多地方,可以看到日晷的指针不产生阴影,而在夜间,大熊和小熊座是看不见的;而在最极端的地区,甚至连大角星本身也不出现;据称在该地,阴影甚至偏向南方。
§2.35.3ἡ δʼ οὖν Ἰνδικὴ πολλὰ μὲν ὄρη καὶ μεγάλα ἔχει δένδρεσι παντοδαποῖς καρπίμοις πλήθοντα, πολλὰ δὲ πεδία καὶ μεγάλα καρποφόρα, τῷ μὲν κάλλει διάφορα, ποταμῶν δὲ πλήθεσι διαρρεόμενα.
无论如何,印度拥有许多高大山脉,上面茂密地生长着各种结有果实的树木,还有许多美丽且肥沃的广阔平原,并有无数河流穿流其间。
τὰ πολλὰ δὲ τῆς χώρας ἀρδεύεται, καὶ διὰ τοῦτο διττοὺς ἔχει τοὺς κατʼ ἔτος καρπούς· ζῴων τε παντοδαπῶν γέμει διαφόρων τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς, τῶν μὲν χερσαίων, §2.35.4τῶν δὲ καὶ πτηνῶν.
该国的大部分土地都得到了灌溉,因此每年有两次收获;它还充满了各式各样的动物,它们在体型和力量上各不相同,有的是陆地动物,也有的是飞禽。
καὶ πλείστους δὲ καὶ μεγίστους ἐλέφαντας ἐκτρέφει, χορηγοῦσα τὰς τροφὰς ἀφθόνους, δι’ ἃς ταῖς ῥώμαις τὰ θηρία ταῦτα πολὺ προέχει τῶν κατὰ τὴν Λιβύην γεννωμένων· διὸ καὶ πολλῶν θηρευομένων ὐπὸ τῶν Ἰνδῶν καὶ πρὸς τοὺς πολεμικοὺς ἀγῶνας κατασκευαζομένων μεγάλας συμβαίνει ῥοπὰς γίνεσθαι πρὸς τὴν νίκην.
它还养育着最多且体型最大的大象,提供丰富的食物,因着这些食物,这些野兽在力量上远远超过产于利比亚的大象;因此,印度人捕获了许多大象并将其驯化以用于战争,这便在争取胜利中起到了至关重要的扭转乾坤的作用。

词汇与语法注释

  1. 2.35.1ἡ τοίνυν Ἰνδικὴ τετράπλευρος οὖσα τῷ σχήματι — 句首的 “ἡ Ἰνδική”(印度)带有分词 “οὖσα”,看似作为全句的主语,但随后由 “μὲν... δὲ... δὲ...” 引导的对比分句中各自动用了不同的主语(“大洋”、“山脉”、“河流”),使得整句缺少与 “ἡ Ἰνδική” 直接配对的主动词,形成了破格句(anacoluthon)。
  2. 2.35.2ἀσκίους ὄντας τοὺς γνώμονας — 该结构作为非人称表达 “ἰδεῖν ἔστιν”(可以看见)的宾语,类似于“对格+不定式”结构。其中名词 “τοὺς γνώμονας” 作逻辑主语,带有形容词 “ἀσκίους” 的分词 “ὄντας” 作逻辑表语。
  3. 2.35.2καθʼ ὃν δὴ τόπον φασὶ καὶ τὰς σκιὰς κεκλίσθαι πρὸς μεσημβρίαν — 由表示传闻的动词 “φασί”(人们说)所支配的“对格+不定式”结构。对格名词 “τὰς σκιὰς”(阴影)作逻辑主语,完成时被动不定式 “κεκλίσθαι”(倾斜)作不定式动词。
  4. 2.35.4τῶν κατὰ τὴν Λιβύην γεννωμένων — 虽然动词 “προέχει”(超越、优于)不是比较级形容词,但因其本身含有比较意义,故支配属格(比较属格)以表示比较对象。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.35.1-2.35.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.35.1-2.35.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。