§2.34.1τῶν δὲ Μήδων βασιλεῦσαι μετὰ τὴν Ἀρταίου τελευτὴν Ἀρτύνην μὲν ἔτη δύο πρὸς τοῖς εἴκοσι, Ἀστιβάραν δὲ τετταράκοντα.
在阿尔泰奥斯死后,阿尔廷奈斯统治米底人二十二年,阿斯蒂巴拉斯统治四十年。
ἐπὶ δὲ τούτου Πάρθους ἀποστάντας Μήδων Σάκαις τήν τε χώραν καὶ τὴν πόλιν ἐγχειρίσαι·
在此人统治期间,帕提亚人背叛了米底人,将他们的领土和城市交给了塞克人。
§2.34.2διόπερ συστάντος πολέμου τοῖς Σάκαις πρὸς Μήδους ἐπʼ ἔτη πλείω γενέσθαι τε μάχας οὐκ ὀλίγας καὶ συχνῶν παρʼ ἀμφοτέροις ἀναιρεθέντων τὸ τελευταῖον εἰρήνην αὐτοὺς ἐπὶ τοῖσδε συνθέσθαι, Πάρθους μὲν ὑπὸ Μήδους τετάχθαι, τῶν δὲ προϋπαρχόντων ἑκατέρους κυριεύσαντας φίλους εἶναι καὶ συμμάχους ἀλήλοις εἰς τὸν ἅπαντα χρόνον.
因此,塞克人与米底人之间爆发了持续数年的战争,发生了不少战斗,在双方都有许多人被杀之后,他们最终按以下条件缔结了和平:帕提亚人应归入米底人统治之下,但双方各自保留原先拥有的领地,并永远互为朋友和盟友。
§2.34.3βασιλεῦσαι δὲ τότε τῶν Σακῶν γυναῖκα τὰ κατὰ πόλεμον ἐζηλωκυῖαν καὶ τόλμῃ τε καὶ πράξει πολὺ διαφέρουσαν τῶν ἐν Σάκαις γυναικῶν, ὄνομα Ζαρίναν.
当时统治塞克人的是一个名叫扎丽娜的女子,她热衷于战争事务,在胆识和行动力上远远超过塞克人中的其他妇女。
καθόλου μὲν οὖν τὸ ἔθνος τοῦτο γυναῖκας ἀλκίμους ἔχειν καὶ κοινωνούσας τοῖς ἀνδράσι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ταύτην δὲ λέγεται τῷ τε κάλλει γενέσθαι πασῶν ἐκπρεπεστάτην καὶ ταῖς ἐπιβολαῖς καὶ τοῖς κατὰ μέρος ἐγχειρήμασι θαυμαστήν.
总的来说,这个民族的女性都非常勇敢,并在战争中与丈夫共同分担危险,但据说此人在美貌上是所有人中最出众的,而且在计划和具体行动上都令人惊叹。
§2.34.4τῶν μὲν γὰρ πλησιοχώρων βαρβάρων τοὺς ἐπηρμένους τῷ θράσει καὶ καταδουλουμένους τὸ ἔθνος τῶν Σακῶν καταπολεμῆσαι, τῆς δὲ χώρας πολλὴν ἐξημερῶσαι, καὶ πόλεις οὐκ ὀλίγας κτίσαι, καὶ τὸ σύνολον εὐδαιμονέστερον τὸν βίον τῶν ὁμοεθνῶν ποιῆσαι.
因为她击败了那些因傲慢而企图奴役塞克人部族的邻近蛮族,开垦了大量土地,创建了许多城市,总的来说,使同胞的生活变得更加幸福。
§2.34.5διὸ καὶ τοὺς ἐγχωρίους μετὰ τὴν τελευτὴν αὐτῆς χάριν ἀποδιδόντας τῶν εὐεργεσιῶν καὶ τῆς ἀρετῆς μνημονεύοντας τάφον οἰκοδομῆσαι πολὺ τῶν ὄντων παρʼ αὐτοῖς ὑπερέχοντα·
因此,当地人在她去世后,为报答她的恩德并纪念她的美德,建造了一座远超他们已有规模的坟墓。
ὑποστησαμένους γὰρ πυραμίδα τρίγωνον τριῶν μὲν σταδίων ἑκάστην πλευρὰν αὐτῆς κατασκευάσαι τὸ μῆκος, τὸ δʼ ὕψος σταδιαῖον, εἰς ὀξὺ συνηγμένης τῆς κορυφῆς· ἐπιστῆσαι δὲ τῷ τάφῳ καὶ χρυσῆν εἰκόνα κολοττικήν, καὶ τιμὰς ἡρωικὰς ἀπονεῖμαι, καὶ τἄλλα πάντα μεγαλοπρεπέστερα ποιεῖν τῶν τοῖς προγόνοις αὐτῆς συγχωρηθέντων.
因为他们奠定了一个三角锥形金字塔的基础,使其每边长达三斯塔德,高度为一斯塔德,顶端收缩为尖角;他们还在坟墓上竖立了一尊黄金巨像,授予她英雄般的荣耀,并在其他所有事情上都做得比允许她祖先拥有的更为宏伟。
§2.34.6Ἀστιβάρα δὲ τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοις γήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάνδαν τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον.
米底人的国王阿斯蒂巴拉斯在埃克巴坦那因年迈去世后,其子阿斯潘达斯继承了王位,此人被希腊人称为阿斯提阿格斯。
τούτου δʼ ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν.
当他被波斯人居鲁士击败后,王权便转移到了波斯人手中,关于这些事情,我们将在各自的时代中详细且准确地予以记录。
§2.34.7περὶ μὲν οὖν τῆς Ἀσσυρίων καὶ Μήδων βασιλείας καὶ τῆς τῶν συγγραφέων διαφωνίας ἱκανῶς εἰρῆσθαι νομίζομεν· περὶ δὲ τῆς Ἰνδικῆς καὶ τῶν ἐν αὐτῇ μυθολογουμένων ἐν μέρει διέξιμεν.
因此,关于亚述人和米底人的王国,以及历史学家的分歧,我们认为已经说得足够了;接着我们将依次详细阐述关于印度及其中的神话传说。