§2.35.1ἡ τοίνυν Ἰνδικὴ τετράπλευρος οὖσα τῷ σχήματι, τὴν μὲν πρὸς ἀνατολὰς νεύουσαν πλευρὰν καὶ τὴν πρὸς μεσημβρίαν ἡ μεγάλη περιέχει θάλαττα, τὴν δὲ πρὸς τὰς ἄρκτους τὸ Ἠμωδὸν ὄρος διείργει τῆς Σκυθίας, ἣν κατοικοῦσι τῶν Σκυθῶν οἱ προσαγορευόμενοι Σάκαι·
さて、インドはその形状において四角形であり、東に向かう一辺と南に向かう一辺を大洋が取り囲み、北に向かう辺をへーモードン山脈がスキュティアから隔てており、そこにはスキュティア人のうちサカイと呼ばれる者たちが住んでいる。
τὴν δὲ τετάρτην πρὸς δύσιν ἐστραμμένην διείληφεν ὁ Ἰνδὸς προσαγορευόμενος ποταμός, μέγιστος ὢν τῶν πάντων μετὰ τὸν §2.35.2Νεῖλον.
西を向いた第四の辺は、インダスと呼ばれる川によって区切られており、この川はすべての川の中で、ナイル川に次いで最も大きい。
τὸ δὲ μέγεθος τῆς ὅλης Ἰνδικῆς φασιν ὑπάρχειν ἀπὸ μὲν ἀνατολῶν πρὸς δύσιν δισμυρίων ὀκτακισχιλίων σταδίων, ἀπὸ δὲ τῶν ἄρκτων πρὸς μεσημβρίαν τρισμυρίων δισχιλίων.
インド全土の大きさは、東から西へは二万八千スタディオン、北から南へは三万二千スタディオンに及ぶと言われている。
τηλικαύτη δʼ οὖσα τὸ μέγεθος δοκεῖ τοῦ κόσμου μάλιστα περιέχειν τὸν τῶν θερινῶν τροπῶν κύκλον, καὶ πολλαχῇ μὲν ἐπʼ ἄκρας τῆς Ἰνδικῆς ἰδεῖν ἔστιν ἀσκίους ὄντας τοὺς γνώμονας, νυκτὸς δὲ τὰς ἄρκτους ἀθεωρήτους·
これほどの大きさであるため、それは世界の夏至線の円を最もよく含んでいると考えられており、インドの端の方の多くの場所では、日時計の指針が影を作らないのを見ることができ、夜にはおおぐま座・こぐま座が見えなくなる。
ἐν δὲ τοῖς ἐσχάτοις οὐδʼ αὐτὸν τὸν ἀρκτοῦρον φαίνεσθαι·
最も極限の地では、アルクトゥルスさえも現れない。
καθʼ ὃν δὴ τόπον φασὶ καὶ τὰς σκιὰς κεκλίσθαι πρὸς μεσημβρίαν.
その場所では、影が南の方に傾いていると人々は言っている。
§2.35.3ἡ δʼ οὖν Ἰνδικὴ πολλὰ μὲν ὄρη καὶ μεγάλα ἔχει δένδρεσι παντοδαποῖς καρπίμοις πλήθοντα, πολλὰ δὲ πεδία καὶ μεγάλα καρποφόρα, τῷ μὲν κάλλει διάφορα, ποταμῶν δὲ πλήθεσι διαρρεόμενα.
ともあれ、インドには、あらゆる種類の果実を結ぶ樹木が豊かに茂る、多くの広大な山々があり、美しさにおいて際立ち、多くの川が流れ通る、数多くの広大で豊かな平野がある。
τὰ πολλὰ δὲ τῆς χώρας ἀρδεύεται, καὶ διὰ τοῦτο διττοὺς ἔχει τοὺς κατʼ ἔτος καρπούς·
土地の大部分は灌漑されており、それゆえに一年に二度の収穫がある。
ζῴων τε παντοδαπῶν γέμει διαφόρων τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς, τῶν μὲν χερσαίων, §2.35.4τῶν δὲ καὶ πτηνῶν.
また、大きさや強さにおいて多様な、あらゆる種類の動物に満ちており、あるものは陸上の動物であり、あるものは翼を持つ。
καὶ πλείστους δὲ καὶ μεγίστους ἐλέφαντας ἐκτρέφει, χορηγοῦσα τὰς τροφὰς ἀφθόνους, δι’ ἃς ταῖς ῥώμαις τὰ θηρία ταῦτα πολὺ προέχει τῶν κατὰ τὴν Λιβύην γεννωμένων·
また、豊富な食物を提供することで、極めて多く、そして最大の象を育てる。 その食物のおかげで、これらの獣は力においてリビアで生まれるものよりもはるかに勝っている。
διὸ καὶ πολλῶν θηρευομένων ὐπὸ τῶν Ἰνδῶν καὶ πρὸς τοὺς πολεμικοὺς ἀγῶνας κατασκευαζομένων μεγάλας συμβαίνει ῥοπὰς γίνεσθαι πρὸς τὴν νίκην.
それゆえ、多くの象がインド人によって狩られ、戦争での戦いのために訓練されるため、勝利に向かって決定的な影響を与えることになるのである。