Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.36.1-2.36.7

印度的丰饶物产、矿藏及战时农民的不可侵犯

第 136 段,共 406 段 · 希腊语

内容简介

本文介绍了印度极为肥沃的土地、丰富的地下矿藏以及每年两次降雨防止饥荒的自然条件,并指出即使在战争中农民也神圣不可侵犯的独特习俗,这保障了粮食的持续稳定供应。

§2.36.1ὁμοίως δὲ καὶ τοὺς ἀνθρώπους ἡ πολυκαρπία τρέφουσα τοῖς τε ἀναστήμασι τῶν σωμάτων καὶ τοῖς ὄγκοις ὑπερφέροντας κατασκευάζει·
同样地,作物的丰产滋养着人类,使他们在身体的高度和体量上都极为出众。
εἶναι δʼ αὐτοὺς συμβαίνει καὶ πρὸς τὰς τέχνας ἐπιστήμονας, ὡς ἂν ἀέρα μὲν ἕλκοντας καθαρόν, ὕδωρ δὲ λεπτομερέστατον πίνοντας.
他们也因吸入纯净的空气、饮用最清澈细密的水,而变得精通技艺。
§2.36.2ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων· γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.
这片土地在产出各种驯化作物的同时,还拥有许多种类繁多的地下矿脉;因为那里出产大量的金和银,不少的铜和铁,以及锡和其它用于装饰、实用和军事备战的物资。
§2.36.3χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δʼ ὄσπριον καὶ διάφορον, ἔτι δʼ ὄρυζα καὶ ὁ προσαγορευόμενος βόσπορος, καὶ μετὰ ταῦτʼ ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρησίμων· καὶ τούτων τὰ πολλὰ ὑπάρχει αὐτοφυῆ.
除了谷物作物之外,在印度还生长着大量的谷子,由充沛的河流之水灌溉,还有许多优良的豆类,以及水稻和被称为“博斯波罗斯”的植物,此后还有许多其它有益于生存的食物;其中大部分都是自然生长的。
οὐκ ὀλίγους δὲ καὶ ἄλλους ἐδωδίμους καρποὺς φέρει δυναμένους τρέφειν ζῷα, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
它还产出不少其它能饲养动物的食用果实,关于这些,若要一一写来,则会显得冗长。
§2.36.4διὸ καί φασι μηδέποτε τὴν Ἰνδικὴν ἐπισχεῖν λιμὸν ἢ καθόλου σπάνιν τῶν πρὸς τροφὴν ἥμερον ἀνηκόντων.
因此,据说印度从未发生过饥荒,也从未出现过任何属于人类食物的全面匮乏。
διττῶν γὰρ ὄμβρων ἐν αὐτῇ γινομένων καθʼ ἕκαστον ἔτος, τοῦ μὲν χειμερινοῦ, καθὰ παρὰ τοῖς ἄλλοις, ὁ σπόρος τῶν πυρίνων γίνεται καρπῶν, τοῦ δʼ ἑτέρου κατὰ τὴν θερινὴν τροπὴν σπείρεσθαι συμβαίνει τὴν ὄρυζαν καὶ τὸν βόσπορον, ἔτι δὲ σήσαμον καὶ κέγχρον· κατὰ δὲ τὸ πλεῖστον ἀμφοτέροις τοῖς καρποῖς οἱ κατὰ τὴν Ἰνδικὴν ἐπιτυγχάνουσι, πάντων δέ, τελεσφορουμένων θατέρου τῶν καρπῶν, οὐκ ἀποτυγχάνουσιν.
因为那里每年都会下两次雨,一次在冬季,正如在其它地方一样,这时播种麦类作物;另一次在夏至期间,这时播种水稻、博斯波罗斯,还有芝麻和谷子;在大多数情况下,印度的居民两季作物都能收获,即使不能,由于其中一种作物能成熟,他们也不会完全颗粒无收。
§2.36.5οἵ τε αὐτοματίζοντες καρποὶ καὶ αἱ κατὰ τοὺς ἑλώδεις τόπους φυόμεναι ῥίζαι διάφοροι ταῖς γλυκύτησιν οὖσαι πολλὴν παρέχονται τοῖς ἀνθρώποις δαψίλειαν· πάντα γὰρ σχεδὸν τὰ κατὰ τὴν χώραν πεδία γλυκεῖαν ἔχει τὴν ἀπὸ τῶν ποταμῶν ἰκμάδα καὶ τὴν ἀπὸ τῶν ὄμβρων τῶν ἐν τῷ θέρει κατʼ ἐνιαυτὸν κυκλικῇ τινι περιόδῳ παραδόξως εἰωθότων γίνεσθαι δαψίλειαν, χλιαρῶν πιπτόντων ὑδάτων ἐκ τοῦ περιέχοντος ἀέρος, καὶ τὰς ἐν τοῖς ἕλεσι ῥίζας ἕψοντος τοῦ καύματος, καὶ μάλιστα τῶν μεγάλων καλάμων.
那些自然生长的果实以及生长在沼泽地区的根茎,因其独特的甜味而给人们提供了极大的丰裕;因为该国几乎所有的平原都拥有来自河流的甜美水分,以及每年夏天在某种周期循环中出人意料地丰沛降下的雨水,温暖的水从周围的空气中落下,而炎热的气候则加热并煮熟沼泽里的根茎,尤其是大芦苇的根。
§2.36.6συμβάλλονται δὲ παρὰ τοῖς Ἰνδοῖς καὶ τὰ νόμιμα πρὸς τὸ μηδέποτε ἔνδειαν τροφῆς παρʼ αὐτοῖς εἶναι· παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἀνθρώποις οἱ πολέμιοι καταφθείροντες τὴν χώραν ἀγεώργητον κατασκευάζουσι, παρὰ δὲ τούτοις τῶν γεωργῶν ἱερῶν καὶ ἀσύλων ἐωμένων, οἱ πλησίον τῶν παρατάξεων γεωργοῦντες ἀνεπαίσθητοι τῶν κινδύνων εἰσίν.
印度的法律和习俗也有助于使他们绝不缺乏食物;因为在其它民族中,敌人会践踏土地并使其荒芜,但在印度人这里,农民被视为神圣且不可侵犯而得以保留,因此那些在交战队伍附近耕作的人,也对危险毫无察觉。
§2.36.7ἀμφότεροι γὰρ οἱ πολεμοῦντες ἀλλήλους μὲν ἀποκτείνουσιν ἐν ταῖς μάχαις, τοὺς δὲ περὶ τὴν γεωργίαν ὄντας ἐῶσιν ἀβλαβεῖς, ὡς κοινοὺς ὄντας ἁπάντων εὐεργέτας, τάς τε χώρας τῶν ἀντιπολεμούντων οὔτʼ ἐμπυρίζουσιν οὔτε δενδροτομοῦσιν.
因为交战双方虽然在战斗中互相杀戮,但却对从事农业的人不予伤害,认为他们是所有人共同的恩人,他们既不焚烧敌对者的土地,也不砍伐树木。

词汇与语法注释

  1. 2.36.1ὡς ἂν ἀέρα μὲν ἕλκοντας — 连词 ὡς 伴有质词 ἄν,修饰分词 ἕλκοντας 和 πίνοντας。这并不表示单纯的假设,而是强调原因(“正因为吸入……”),将客观事实作为原因提出。
  2. 2.36.4πάντων δέ, τελεσφορουμένων θατέρου τῶν καρπῶν, οὐκ ἀποτυγχάνουσιν — 单词 πάντων 可以被解释为修饰整个句子的副词性属格(“完全地”、“在所有方面”)。它与属格独立结构 τελεσφορουμένων θατέρου τῶν καρπῶν(“当两种作物之一成熟时”)共同加强了否定句中“完全”(“他们不会完全失败”)的语气。
  3. 2.36.5ἕψοντος τοῦ καύματος — 以 τοῦ καύματος(“炎热”)为逻辑主语的属格独立结构。动词 ἕψω(“煮”、“加热”)以比喻的手法生动地描绘了夏日的酷热使沼泽水变温并“煮熟”(使成熟)大芦苇根部的自然现象。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.36.1-2.36.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.36.1-2.36.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。