§2.34.1τῶν δὲ Μήδων βασιλεῦσαι μετὰ τὴν Ἀρταίου τελευτὴν Ἀρτύνην μὲν ἔτη δύο πρὸς τοῖς εἴκοσι, Ἀστιβάραν δὲ τετταράκοντα.
After the death of Artaeus, Artynes ruled over the Medes for twenty-two years, and Astibaras for forty years.
ἐπὶ δὲ τούτου Πάρθους ἀποστάντας Μήδων Σάκαις τήν τε χώραν καὶ τὴν πόλιν ἐγχειρίσαι·
During the reign of the latter, the Parthians revolted from the Medes and handed over their land and city to the Sacae.
§2.34.2διόπερ συστάντος πολέμου τοῖς Σάκαις πρὸς Μήδους ἐπʼ ἔτη πλείω γενέσθαι τε μάχας οὐκ ὀλίγας καὶ συχνῶν παρʼ ἀμφοτέροις ἀναιρεθέντων τὸ τελευταῖον εἰρήνην αὐτοὺς ἐπὶ τοῖσδε συνθέσθαι, Πάρθους μὲν ὑπὸ Μήδους τετάχθαι, τῶν δὲ προϋπαρχόντων ἑκατέρους κυριεύσαντας φίλους εἶναι καὶ συμμάχους ἀλήλοις εἰς τὸν ἅπαντα χρόνον.
Therefore, a war having broken out between the Sacae and the Medes for several years, not a few battles took place, and after many had been slain on both sides, they finally concluded a peace on the following terms: that the Parthians should be subjected to the Medes, but that each side, remaining in possession of what they previously had, should be friends and allies to each other for all time.
§2.34.3βασιλεῦσαι δὲ τότε τῶν Σακῶν γυναῖκα τὰ κατὰ πόλεμον ἐζηλωκυῖαν καὶ τόλμῃ τε καὶ πράξει πολὺ διαφέρουσαν τῶν ἐν Σάκαις γυναικῶν, ὄνομα Ζαρίναν.
At that time, the Sacae were ruled by a woman named Zarina, who was devoted to the pursuits of war and far surpassed the women among the Sacae in daring and action.
καθόλου μὲν οὖν τὸ ἔθνος τοῦτο γυναῖκας ἀλκίμους ἔχειν καὶ κοινωνούσας τοῖς ἀνδράσι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ταύτην δὲ λέγεται τῷ τε κάλλει γενέσθαι πασῶν ἐκπρεπεστάτην καὶ ταῖς ἐπιβολαῖς καὶ τοῖς κατὰ μέρος ἐγχειρήμασι θαυμαστήν.
In general, this nation has brave women who share with their husbands the dangers of war, but she is said to have been the most outstanding of all in beauty, and wondrous in both her designs and her individual undertakings.
§2.34.4τῶν μὲν γὰρ πλησιοχώρων βαρβάρων τοὺς ἐπηρμένους τῷ θράσει καὶ καταδουλουμένους τὸ ἔθνος τῶν Σακῶν καταπολεμῆσαι, τῆς δὲ χώρας πολλὴν ἐξημερῶσαι, καὶ πόλεις οὐκ ὀλίγας κτίσαι, καὶ τὸ σύνολον εὐδαιμονέστερον τὸν βίον τῶν ὁμοεθνῶν ποιῆσαι.
For she subdued those of the neighboring barbarians who, puffed up with pride, were trying to enslave the nation of the Sacae, and she reclaimed much of the land, founded not a few cities, and on the whole made the life of her compatriots more prosperous.
§2.34.5διὸ καὶ τοὺς ἐγχωρίους μετὰ τὴν τελευτὴν αὐτῆς χάριν ἀποδιδόντας τῶν εὐεργεσιῶν καὶ τῆς ἀρετῆς μνημονεύοντας τάφον οἰκοδομῆσαι πολὺ τῶν ὄντων παρʼ αὐτοῖς ὑπερέχοντα· ὑποστησαμένους γὰρ πυραμίδα τρίγωνον τριῶν μὲν σταδίων ἑκάστην πλευρὰν αὐτῆς κατασκευάσαι τὸ μῆκος, τὸ δʼ ὕψος σταδιαῖον, εἰς ὀξὺ συνηγμένης τῆς κορυφῆς· ἐπιστῆσαι δὲ τῷ τάφῳ καὶ χρυσῆν εἰκόνα κολοττικήν, καὶ τιμὰς ἡρωικὰς ἀπονεῖμαι, καὶ τἄλλα πάντα μεγαλοπρεπέστερα ποιεῖν τῶν τοῖς προγόνοις αὐτῆς συγχωρηθέντων.
For this reason also, the inhabitants, after her death, returning thanks for her benefactions and remembering her virtue, built a tomb far surpassing any of those existing among them; for, having laid the foundation of a triangular pyramid, they made each of its sides three stades in length and a stade in height, its peak being brought to a sharp point; and they also placed upon the tomb a colossal golden statue, paid her heroic honors, and made everything else far more magnificent than what had been granted to her ancestors.
§2.34.6Ἀστιβάρα δὲ τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοις γήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάνδαν τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον.
But when Astibaras, the king of the Medes, died of old age in Ecbatana, his son Aspandas succeeded to the rule, who is called Astyages by the Greeks.
τούτου δʼ ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν.
When he was defeated in war by Cyrus the Persian, the kingdom passed to the Persians, concerning which things we shall write down the details accurately in their proper times.
§2.34.7περὶ μὲν οὖν τῆς Ἀσσυρίων καὶ Μήδων βασιλείας καὶ τῆς τῶν συγγραφέων διαφωνίας ἱκανῶς εἰρῆσθαι νομίζομεν· περὶ δὲ τῆς Ἰνδικῆς καὶ τῶν ἐν αὐτῇ μυθολογουμένων ἐν μέρει διέξιμεν.
Now, concerning the kingdom of the Assyrians and the Medes, and the disagreement among historians, we believe enough has been said; next we shall treat in detail concerning India and the mythical tales told in it.