Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.32.1-2.32.6

关于米底史的诸说与赫罗多德的记述

第 132 段,共 406 段 · 希腊语

内容简介

在古代关于米底帝国历史记载分歧的背景下,狄奥多罗斯对比了赫罗多德与克特西亚斯的叙述,首先阐明了赫罗多德关于阿述灭亡后自治时期以及推选库阿克萨列斯为首位米底国王的记录。

§2.32.1ἐπεὶ δὲ διαφωνοῦσιν οἱ παλαιότατοι τῶν συγγραφέων περὶ τῆς μεγίστης τῶν Μήδων ἡγεμονίας, οἰκεῖον εἶναι διαλαμβάνομεν τοῖς φιλαλήθως τὰς πράξεις ἱστορεῖν βουλομένοις τὴν διαφορὰν τῶν ἱστοριογράφων παρʼ ἄλληλα θεῖναι.
鉴于最古老的作家们关于米底人最伟大的统治意见分歧,我们认为,对于那些希望本着热爱真理的态度记录历史的人来说,将历史学家之间的分歧进行对比排列是合适的。
§2.32.2Ἡρόδοτος μὲν οὖν κατὰ Ξέρξην γεγονὼς τοῖς χρόνοις φησὶν Ἀσσυρίους ἔτη πεντακόσια πρότερον τῆς Ἀσίας ἄρξαντας ὑπὸ Μήδων καταλυθῆναι, ἔπειτα βασιλέα μὲν μηδένα γενέσθαι τὸν ἀμφισβητήσοντα τῶν ὅλων ἐπὶ πολλὰς γενεάς, τὰς δὲ πόλεις καθʼ ἑαυτὰς ταττομένας διοικεῖσθαι δημοκρατικῶς· τὸ δὲ τελευταῖον πολλῶν ἐτῶν διελθόντων αἱρεθῆναι βασιλέα παρὰ τοῖς Μήδοις ἄνδρα δικαιοσύνῃ διάφορον, ὄνομα Κυαξάρην.
赫罗多德在时代上生活于薛西斯时期,他说阿述人在统治亚洲五百年后被米底人推翻,此后许多代都没有出现争夺天下霸权的君王,而各城市则自行管理,实行民主统治;但最终在许多年过去后,米底人推选了一位在正义方面杰出、名为库阿克萨列斯的人为王。
§2.32.3τοῦτον δὲ πρῶτον ἐπιχειρῆσαι προσάγεσθαι τοὺς πλησιοχώρους, καὶ τοῖς Μήδοις ἀρχηγὸν γενέσθαι τῆς τῶν ὅλων ἡγεμονίας· ἔπειτα τοὺς ἐκγόνους ἀεὶ προσκατακτωμένους πολλὴν τῆς ὁμόρου χώρας αὐξῆσαι τὴν βασιλείαν μέχρι Ἀστυάγους τοῦ καταπολεμηθέντος ὑπὸ Κύρου καὶ Περσῶν.
据说此人首先尝试使邻近的居民归顺,并成为米底人夺得天下霸权的开创者;随后,他的子孙不断吞并邻近的土地,扩大了王国,直到被居鲁士和波斯人击败的阿斯提阿格斯为止。
περὶ ὧν νῦν ἡμεῖς τὰ κεφάλαια προειρηκότες τὰ κατὰ μέρος ὕστερον ἀκριβῶς ἀναγράψομεν, ἐπειδὰν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβάλωμεν· κατὰ γὰρ τὸ δεύτερον ἔτος τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος ᾑρέθη βασιλεὺς ὑπὸ Μήδων Κυαξάρης καθʼ Ἡρόδοτον.
关于这些事情,我们现在已预先说明了大纲,待我们进入相应的时代后,稍后将进行准确的详细记录;因为根据赫罗多德的说法,在第十七届奥林匹亚德的第二年,库阿克萨列斯被米底人推选为王。
§2.32.4Κτησίας δὲ ὁ Κνίδιος τοῖς μὲν χρόνοις ὑπῆρξε κατὰ τὴν Κύρου στρατείαν ἐπὶ Ἀρταξέρξην τὸν ἀδελφόν, γενόμενος δʼ αἰχμάλωτος, καὶ διὰ τὴν ἰατρικὴν ἐπιστήμην ἀναληφθεὶς ὑπὸ τοῦ βασιλέως, ἑπτακαίδεκα ἔτη διετέλεσε τιμώμενος ὑπʼ αὐτοῦ.
而尼多斯的克特西亚斯,在时代上属于居鲁士反抗其兄阿尔塔薛西斯的远征时期,他沦为俘虏后,因其医术而受到国王的起用,并持续受到其器重达十七年之久。
οὗτος οὖν φησιν ἐκ τῶν βασιλικῶν διφθερῶν, ἐν αἷς οἱ Πέρσαι τὰς παλαιὰς πράξεις κατά τινα νόμον εἶχον συντεταγμένας, πολυπραγμονῆσαι τὰ καθʼ ἕκαστον καὶ συνταξάμενος τὴν ἱστορίαν εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν.
因此,此人声称,他根据波斯人依法编篡旧事的皇家羊皮纸记录,详细调查了各项事务,并撰写了历史,向希腊人公布。
§2.32.5φησὶν οὖν μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων ἡγεμονίας Μήδους προστῆναι τῆς Ἀσίας Ἀρβάκου βασιλεύοντος τοῦ Σαρδανάπαλλον καταπολεμήσαντος, §2.32.6καθότι προείρηται.
因此他声称,在阿述帝国灭亡后,在击败萨尔达纳帕卢斯的阿尔巴克斯统治下,米底人成为亚洲的领袖,正如前文所述。
τούτου δʼ ἄρξαντος ἔτη δυσὶ λείποντα τῶν τριάκοντα διαδέξασθαι τὴν βασιλείαν τὸν υἱὸν Μαυδάκην, ὃν ἄρξαι τῆς Ἀσίας ἔτη πεντήκοντα.
在阿尔巴克斯统治了差两年满三十年后,其子毛达克斯继承了王位,并统治亚洲五十年。
μετὰ δὲ τοῦτον τριάκοντα μὲν ἔτη βασιλεῦσαι Σώσαρμον, πεντήκοντα δὲ Ἀρτύκαν, δύο δὲ πρὸς τοῖς εἴκοσι τὸν προσαγορευόμενον Ἀρβιάνην, τετταράκοντα δὲ Ἀρταῖον.
在此之后,索萨莫斯统治了三十年,阿尔图卡斯统治了五十年,被称为阿尔比亚内斯的人统治了二十二年,阿尔泰奥斯统治了四十年。

词汇与语法注释

  1. 2.32.2Κυαξάρην — 根据赫罗多德(1.96-101)的原典记载,米底的第一位国王是戴奥凯斯(Deioces),而库阿克萨列斯是他的孙子。此处狄奥多罗斯可能将戴奥凯斯与库阿克萨列斯混淆,或者在文本传抄过程中出现了笔误。
  2. 2.32.2τὸν ἀμφισβητήσοντα — 带有定冠词的将来时分词(源自 `ἀμφισβητέω`),用以表示目的、意图或具备某种特征的人(“将要争夺的人”)。在此指代“企图争夺并要求天下至高权力(`τῶν ὅλων`)的(君王)”。
  3. 2.32.6ἔτη δυσὶ λείποντα τῶν τριάκοντα — 意为“三十年差两年”,即二十八年。与格的 `δυσὶ` 表示差异程度的与格(dative of degree of difference),与现在时分词 `λείποντα` 结合,以减法形式表达数量。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.32.1-2.32.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.32.1-2.32.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。