Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.31.1-2.31.10

迦勒底人的占星术与宇宙观

第 131 段,共 406 段 · 希腊语

内容简介

作者记述了迦勒底人关于行星运行、出生占星、日食与月食的知识,以及地球呈船形这一独特宇宙观。在提到他们极其漫长的天文观测历史后,作者表示将回到原本的历史叙述中。

§2.31.1τῶν δὲ πλανήτων ἴδιον ἕκαστον ἔχειν δρόμον καὶ διηλλαγμένως καὶ ποικίλως χρῆσθαι τοῖς τάχεσι καὶ τῇ τῶν χρόνων διαιρέσει.
他们说,行星中的每一颗都有其独特的轨道,并以不同且多样的方式来使用其速度和时间划分。
πλεῖστα δὲ πρὸς τὰς γενέσεις τῶν ἀνθρώπων συμβάλλεσθαι τούτους τοὺς ἀστέρας ἀγαθά τε καὶ κακά· διὰ δὲ τῆς τούτων φύσεώς τε καὶ θεωρίας μάλιστα γινώσκειν τὰ συμβαίνοντα τοῖς ἀνθρώποις.
这些星体对人类的出生贡献了最多的好运与厄运,而且通过这些星体的性质和观测,他们最清楚地了解人类所遭遇的事情。
§2.31.2πεποιῆσθαι δέ φασι προρρήσεις ἄλλοις τε βασιλεῦσιν οὐκ ὀλίγοις καὶ τῷ καταπολεμήσαντι Δαρεῖον Ἀλεξάνδρῳ καὶ τοῖς μετὰ ταῦτα βασιλεύσασιν Ἀντιγόνῳ τε καὶ Σελεύκῳ τῷ Νικάτορι, ἐν ἅπασι δὲ τοῖς ῥηθεῖσιν εὐστοχηκέναι δοκοῦσιν·
他们还说,他们向其他不少君王、以及战胜大流士的亚历山大,还有在此之后统治的安提柯和塞琉古·尼卡托尔做出了预言,而在所有做出的预言中,他们似乎都说中了。
ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν οἰκειοτέροις ἀναγράψομεν καιροῖς.
关于这些事情,我们将在更合适的时机详细记录。
§2.31.3προλέγουσι δὲ καὶ τοῖς ἰδιώταις τὰ μέλλοντα συμβαίνειν οὕτως εὐστόχως ὥστε τοὺς πειραθέντας θαυμάζειν τὸ γινόμενον καὶ μεῖζον ἢ κατʼ ἄνθρωπον ἡγεῖσθαι.
他们也向普通平民预言未来将要发生的事,其准确程度使得亲身经历的人对所发生的事感到惊叹,并认为这超出了人类的能力。
§2.31.4μετὰ δὲ τὸν ζῳδιακὸν κύκλον εἴκοσι καὶ τέτταρας ἀφορίζουσιν ἀστέρας, ὧν τοὺς μὲν ἡμίσεις ἐν τοῖς βορείοις μέρεσι, τοὺς δʼ ἡμίσεις ἐν τοῖς νοτίοις τετάχθαι φασί, καὶ τούτων τοὺς μὲν ὁρωμένους τῶν ζώντων εἶναι καταριθμοῦσι, τοὺς δʼ ἀφανεῖς τοῖς τετελευτηκόσι προσωρίσθαι νομίζουσιν, οὓς δικαστὰς τῶν ὅλων προσαγορεύουσιν.
在黄道带之外,他们划分出二十四颗星,并说其中半数排列在北方区域,半数在南方区域;在这些星中,他们将可见的星归于生者,而认为不可见的星被分配给了死者,并称他们为“万物的裁判官”。
§2.31.5ὑπὸ πάντα δὲ τὰ προειρημένα τὴν σελήνην φέρεσθαι λέγουσιν, ἔγγιστα μὲν τῆς γῆς οὖσαν διὰ τὴν βαρύτητα, διαπορευομένην δʼ ἐν ἐλαχίστῳ χρόνῳ τὸν ἑαυτῆς δρόμον, οὐ διὰ τὴν ὀξύτητα τῆς φορᾶς, ἀλλὰ διὰ τὴν βραχύτητα τοῦ κύκλου.
他们还说,月亮在所有上述天体的下方运行,由于其重量而最接近地球,并在极短的时间内通过其自身的轨道,这并非因为其运动的迅猛,而是因为其轨道的短小。
§2.31.6ὅτι δὲ τὸ φῶς ἀλλότριον ἔχει καὶ διότι τὰς ἐκλείψεις ποιεῖται διὰ τὸ σκίασμα τῆς γῆς παραπλήσια λέγουσι τοῖς Ἕλλησι.
至于月亮拥有外来的光线,以及它由于地球的阴影而产生食相,他们的说法与希腊人非常相似。
περὶ δὲ τῆς κατὰ τὸν ἥλιον ἐκλείψεως ἀσθενεστάτας ἀποδείξεις φέροντες οὐ τολμῶσι προλέγειν οὐδʼ ἀκριβῶς ὑπὲρ ταύτης περιγράφειν τοὺς χρόνους.
但关于日食,他们只提出了非常微弱的证明,因而不敢做出预言,也无法精确地限定其时间。
§2.31.7περὶ δὲ τῆς γῆς ἰδιωτάτας ἀποφάσεις ποιοῦνται, λέγοντες ὑπάρχειν αὐτὴν σκαφοειδῆ καὶ κοίλην, καὶ πολλὰς καὶ πιθανὰς ἀποδείξεις εὐποροῦσι περί τε ταύτης καὶ περὶ τῶν ἄλλων τῶν κατὰ τὸν κόσμον·
关于地球,他们做出了非常奇特的阐述,称其为船形且凹陷的,并且无论是关于地球还是关于宇宙中的其他事物,他们都准备了许多具有说服力的证明。
ὑπὲρ ὧν τὰ κατὰ μέρος διεξιέναι τῆς ὑποκειμένης ἱστορίας ἀλλότριον εἶναι νομίζομεν.
但我们认为,详细论述这些事情对于眼前的历史叙述来说是题外之言。
§2.31.8τοῦτο μέντοι γε διαβεβαιώσαιτʼ ἄν τις προσηκόντως ὅτι Χαλδαῖοι μεγίστην ἕξιν ἐν ἀστρολογίᾳ τῶν ἁπάντων ἀνθρώπων ἔχουσι καὶ διότι πλείστην ἐπιμέλειαν ἐποιήσαντο ταύτης τῆς θεωρίας.
然而,人们可以适当地断言:迦勒底人在所有人中拥有最深厚的占星术造诣,并且他们对这门学问投入了极大的关注。
§2.31.9περὶ δὲ τοῦ πλήθους τῶν ἐτῶν, ἐν οἷς φασι τὴν θεωρίαν τῶν κατὰ τὸν κόσμον πεποιῆσθαι τὸ σύστημα τῶν Χαλδαίων, οὐκ ἄν τις ῥᾳδίως πιστεύσειεν·
但是,关于他们声称迦勒底人的体系对宇宙事物进行观测所经历的漫长岁月,人们是无法轻易相信的。
ἐτῶν γὰρ ἑπτὰ καὶ τετταράκοντα μυριάδας καὶ τρεῖς ἐπὶ ταύταις χιλιάδας εἰς τὴν Ἀλεξάνδρου διάβασιν γεγονέναι καταριθμοῦσιν, ἀφʼ ὅτου τὸ παλαιὸν ἤρξαντο τῶν ἄστρων τὰς παρατηρήσεις ποιεῖσθαι.
因为他们计算出,自古时他们开始对星体进行观测起,到亚历山大渡海东征为止,已经过去了四十七万年,并且在此之上还有三千年的时间。
§2.31.10καὶ περὶ μὲν Χαλδαίων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν, ἵνα μὴ μακρότερον ἀποπλανώμεθα τῆς οἰκείας ἱστορίας· περὶ δὲ τῆς Ἀσσυρίων βασιλείας ὡς ὑπὸ Μήδων κατελύθη προειρηκότες ἐπάνιμεν ὅθεν ἐξέβημεν.
关于迦勒底人的部分,我们满足于已述的内容,以免我们偏离本身的史叙太远;至于亚述王国如何被米底人推翻,我们此前已经说过,现在我们要回到我们偏离主题的地方。

词汇与语法注释

  1. 2.31.1ἔχειν — 不定式 `ἔχειν`、`χρῆσθαι`、`συμβάλλεσθαι` 和 `γινώσκειν` 延续了前一章以来的间接引语(带对格的不定式结构),依赖于省略的主动词(如 `λέγουσιν` 或 `φασίν`)。
  2. 2.31.4μετὰ δὲ τὸν ζῳδιακὸν κύκλον — 介词 `μετά` 带有格在此处表示空间顺序或位置(“在黄道带之外”或“超越黄道带”),指黄道带区域之外的南北天球部分。
  3. 2.31.9πεποιῆσθαι τὸ σύστημα τῶν Χαλδαίων — 不定式从句中的对格短语 `τὸ σύστημα τῶν Χαλδαίων`(迦勒底人的体系/组织)是完成时不定式 `πεποιῆσθαι`(已经进行)的主语对格,而 `τὴν θεωρίαν`(观测)则是其直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.31.1-2.31.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.31.1-2.31.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。