§2.32.1ἐπεὶ δὲ διαφωνοῦσιν οἱ παλαιότατοι τῶν συγγραφέων περὶ τῆς μεγίστης τῶν Μήδων ἡγεμονίας, οἰκεῖον εἶναι διαλαμβάνομεν τοῖς φιλαλήθως τὰς πράξεις ἱστορεῖν βουλομένοις τὴν διαφορὰν τῶν ἱστοριογράφων παρʼ ἄλληλα θεῖναι.
メディア人の最も偉大な支配に関して、古代の著述家たちの間で意見が食い違っているため、真実に則って歴史的事実を記述しようと望む人々にとって、歴史家たちの相違点を互いに対比させて並べ置くことが適切であると我々は判断する。
§2.32.2Ἡρόδοτος μὲν οὖν κατὰ Ξέρξην γεγονὼς τοῖς χρόνοις φησὶν Ἀσσυρίους ἔτη πεντακόσια πρότερον τῆς Ἀσίας ἄρξαντας ὑπὸ Μήδων καταλυθῆναι, ἔπειτα βασιλέα μὲν μηδένα γενέσθαι τὸν ἀμφισβητήσοντα τῶν ὅλων ἐπὶ πολλὰς γενεάς, τὰς δὲ πόλεις καθʼ ἑαυτὰς ταττομένας διοικεῖσθαι δημοκρατικῶς·
さて、時代としてはクセルクセスと同時代の人であるヘロドトスは、アッシリア人が500年間にわたりアジアを支配した後にメディア人によって滅ぼされ、その後、何世代にもわたって、全体の支配権を争い求めるような王は一人も現れず、諸都市はそれぞれ自治を行い民主的に管理されていたと言う。
τὸ δὲ τελευταῖον πολλῶν ἐτῶν διελθόντων αἱρεθῆναι βασιλέα παρὰ τοῖς Μήδοις ἄνδρα δικαιοσύνῃ διάφορον, ὄνομα Κυαξάρην.
そして最後には、多くの年が経過した後に、メディア人の間で、正義において傑出した、名はクアクサレスという人物が王に選ばれたとする。
§2.32.3τοῦτον δὲ πρῶτον ἐπιχειρῆσαι προσάγεσθαι τοὺς πλησιοχώρους, καὶ τοῖς Μήδοις ἀρχηγὸν γενέσθαι τῆς τῶν ὅλων ἡγεμονίας·
このクアクサレスが最初に近隣の住民を従わせることを試み、メディア人にとって全土の支配権の創始者となったと言う。
ἔπειτα τοὺς ἐκγόνους ἀεὶ προσκατακτωμένους πολλὴν τῆς ὁμόρου χώρας αὐξῆσαι τὴν βασιλείαν μέχρι Ἀστυάγους τοῦ καταπολεμηθέντος ὑπὸ Κύρου καὶ Περσῶν.
その後、彼の子孫たちが常に隣接する土地をさらに獲得して王国を拡大させ、ついにキュロスとペルシア人によって打ち破られたアスティアゲスにまで至った。
περὶ ὧν νῦν ἡμεῖς τὰ κεφάλαια προειρηκότες τὰ κατὰ μέρος ὕστερον ἀκριβῶς ἀναγράψομεν, ἐπειδὰν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβάλωμεν·
これらについて、我々は今、概要を述べておき、ふさわしい時期に至ったところで、後に詳細を正確に記述することにする。
κατὰ γὰρ τὸ δεύτερον ἔτος τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος ᾑρέθη βασιλεὺς ὑπὸ Μήδων Κυαξάρης καθʼ Ἡρόδοτον.
なぜなら、ヘロドトスによれば、第17回オリンピアードの第2年に、クアクサレスがメディア人の王に選ばれたからである。
§2.32.4Κτησίας δὲ ὁ Κνίδιος τοῖς μὲν χρόνοις ὑπῆρξε κατὰ τὴν Κύρου στρατείαν ἐπὶ Ἀρταξέρξην τὸν ἀδελφόν, γενόμενος δʼ αἰχμάλωτος, καὶ διὰ τὴν ἰατρικὴν ἐπιστήμην ἀναληφθεὶς ὑπὸ τοῦ βασιλέως, ἑπτακαίδεκα ἔτη διετέλεσε τιμώμενος ὑπʼ αὐτοῦ.
一方、クニドス出身のクテシアスは、時代としては、キュロスが兄アルタクセルクセスに対して起こした遠征の時期に属しており、捕虜となったが、医術の知識のために王に召し抱えられ、17年間にわたって王に重んじられ続けた。
οὗτος οὖν φησιν ἐκ τῶν βασιλικῶν διφθερῶν, ἐν αἷς οἱ Πέρσαι τὰς παλαιὰς πράξεις κατά τινα νόμον εἶχον συντεταγμένας, πολυπραγμονῆσαι τὰ καθʼ ἕκαστον καὶ συνταξάμενος τὴν ἱστορίαν εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν.
それゆえ、このクテシアスは、ペルシア人が法律に則って古い出来事を編纂していた王室の羊皮紙から、個々の事柄を詳細に調査し、歴史をまとめ上げてギリシア人たちに公表したと言う。
§2.32.5φησὶν οὖν μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων ἡγεμονίας Μήδους προστῆναι τῆς Ἀσίας Ἀρβάκου βασιλεύοντος τοῦ Σαρδανάπαλλον καταπολεμήσαντος,
したがって彼は、アッシリアの支配が滅びた後、サルダナパロスを打ち破ったアルバケスが支配する中で、メディア人がアジアの首領となったと言う。
§2.32.6καθότι προείρηται.
すでに述べられた通りに。
τούτου δʼ ἄρξαντος ἔτη δυσὶ λείποντα τῶν τριάκοντα διαδέξασθαι τὴν βασιλείαν τὸν υἱὸν Μαυδάκην, ὃν ἄρξαι τῆς Ἀσίας ἔτη πεντήκοντα.
そして、このアルバケスが28年間支配したのち、その息子マウダケスが王位を継承し、彼がアジアを50年間支配したと言う。
μετὰ δὲ τοῦτον τριάκοντα μὲν ἔτη βασιλεῦσαι Σώσαρμον, πεντήκοντα δὲ Ἀρτύκαν, δύο δὲ πρὸς τοῖς εἴκοσι τὸν προσαγορευόμενον Ἀρβιάνην, τετταράκοντα δὲ Ἀρταῖον.
彼の後は、ソーサルモスが30年間、アルテュカスが50年間、アルビアネスと呼ばれる者が22年間、アルταιオスが40年間、それぞれ王として支配した。