§2.31.1τῶν δὲ πλανήτων ἴδιον ἕκαστον ἔχειν δρόμον καὶ διηλλαγμένως καὶ ποικίλως χρῆσθαι τοῖς τάχεσι καὶ τῇ τῶν χρόνων διαιρέσει.
また、惑星たちの各々は独自の軌道を持っており、速度や時間の配分を、それぞれ異なり多様な仕方で用いていると言う。
πλεῖστα δὲ πρὸς τὰς γενέσεις τῶν ἀνθρώπων συμβάλλεσθαι τούτους τοὺς ἀστέρας ἀγαθά τε καὶ κακά· διὰ δὲ τῆς τούτων φύσεώς τε καὶ θεωρίας μάλιστα γινώσκειν τὰ συμβαίνοντα τοῖς ἀνθρώποις.
そして、これらの星々は人間の出生に対して最も多くの幸・不幸をもたらし、これら(の星)の性質と観察を通じて、彼らは人々に起こる事柄を最もよく知るのである。
§2.31.2πεποιῆσθαι δέ φασι προρρήσεις ἄλλοις τε βασιλεῦσιν οὐκ ὀλίγοις καὶ τῷ καταπολεμήσαντι Δαρεῖον Ἀλεξάνδρῳ καὶ τοῖς μετὰ ταῦτα βασιλεύσασιν Ἀντιγόνῳ τε καὶ Σελεύκῳ τῷ Νικάτορι, ἐν ἅπασι δὲ τοῖς ῥηθεῖσιν εὐστοχηκέναι δοκοῦσιν·
彼らは、他の少なからぬ王たちや、ダレイオスを打ち破ったアレクサンドロス、そしてその後に王となったアンティゴノスやセレウコス・ニカトールに対しても予言を行ったと言っており、語られたすべてのことにおいて、彼らは予測を的中させたと思われる。
ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν οἰκειοτέροις ἀναγράψομεν καιροῖς.
これらについては、我々がより適切な時期に個別の詳細を記述するであろう。
§2.31.3προλέγουσι δὲ καὶ τοῖς ἰδιώταις τὰ μέλλοντα συμβαίνειν οὕτως εὐστόχως ὥστε τοὺς πειραθέντας θαυμάζειν τὸ γινόμενον καὶ μεῖζον ἢ κατʼ ἄνθρωπον ἡγεῖσθαι.
また、彼らは一般の個人たちに対しても起こるであろう未来のことを非常に的中よく予言するので、それを経験した人々は起こったことに驚嘆し、人間の能力を超えたものであるとみなすほどである。
§2.31.4μετὰ δὲ τὸν ζῳδιακὸν κύκλον εἴκοσι καὶ τέτταρας ἀφορίζουσιν ἀστέρας, ὧν τοὺς μὲν ἡμίσεις ἐν τοῖς βορείοις μέρεσι, τοὺς δʼ ἡμίσεις ἐν τοῖς νοτίοις τετάχθαι φασί, καὶ τούτων τοὺς μὲν ὁρωμένους τῶν ζώντων εἶναι καταριθμοῦσι, τοὺς δʼ ἀφανεῖς τοῖς τετελευτηκόσι προσωρίσθαι νομίζουσιν, οὓς δικαστὰς τῶν ὅλων προσαγορεύουσιν.
また、彼らは黄道帯の円の外に24の星を区分しており、それらのうち半分は北の領域に、半分は南の領域に配置されていると言う。 そして、これらのうち目に見える星を生者のものと数え、目に見えない星は死者たちに割り当てられているとみなしており、彼らを「万物の裁判官」と呼んでいる。
§2.31.5ὑπὸ πάντα δὲ τὰ προειρημένα τὴν σελήνην φέρεσθαι λέγουσιν, ἔγγιστα μὲν τῆς γῆς οὖσαν διὰ τὴν βαρύτητα, διαπορευομένην δʼ ἐν ἐλαχίστῳ χρόνῳ τὸν ἑαυτῆς δρόμον, οὐ διὰ τὴν ὀξύτητα τῆς φορᾶς, ἀλλὰ διὰ τὴν βραχύτητα τοῦ κύκλου.
そして、上述のすべての天体の下を月が運行していると彼らは言う。 月は、重さのために地球に最も近くに位置しており、自身の軌道を最小の時間で通過するが、それは運行の速さによるのではなく、軌道の短さによるのである。
§2.31.6ὅτι δὲ τὸ φῶς ἀλλότριον ἔχει καὶ διότι τὰς ἐκλείψεις ποιεῖται διὰ τὸ σκίασμα τῆς γῆς παραπλήσια λέγουσι τοῖς Ἕλλησι.
また、月が他者から得た光を持っていること、そして地球の影のために食が生じることについて、彼らはギリシア人たちとほぼ同様のことを言っている。
περὶ δὲ τῆς κατὰ τὸν ἥλιον ἐκλείψεως ἀσθενεστάτας ἀποδείξεις φέροντες οὐ τολμῶσι προλέγειν οὐδʼ ἀκριβῶς ὑπὲρ ταύτης περιγράφειν τοὺς χρόνους.
しかし日食については、きわめて薄弱な証明を示すにとどまり、予言することをあえてせず、またこれについて時間を正確に規定することもしない。
§2.31.7περὶ δὲ τῆς γῆς ἰδιωτάτας ἀποφάσεις ποιοῦνται, λέγοντες ὑπάρχειν αὐτὴν σκαφοειδῆ καὶ κοίλην, καὶ πολλὰς καὶ πιθανὰς ἀποδείξεις εὐποροῦσι περί τε ταύτης καὶ περὶ τῶν ἄλλων τῶν κατὰ τὸν κόσμον·
また地球については、彼らはきわめて独特な主張をしており、それが舟型で凹んでいると言っている。 そして、これについても、宇宙に関する他の事柄についても、多くの説得力のある証明を豊富に持っている。
ὑπὲρ ὧν τὰ κατὰ μέρος διεξιέναι τῆς ὑποκειμένης ἱστορίας ἀλλότριον εἶναι νομίζομεν.
しかし、これらについて個別詳細に論じることは、目の前にある歴史叙述にとって的外れであると我々はみなしている。
§2.31.8τοῦτο μέντοι γε διαβεβαιώσαιτʼ ἄν τις προσηκόντως ὅτι Χαλδαῖοι μεγίστην ἕξιν ἐν ἀστρολογίᾳ τῶν ἁπάντων ἀνθρώπων ἔχουσι καὶ διότι πλείστην ἐπιμέλειαν ἐποιήσαντο ταύτης τῆς θεωρίας.
しかしながら、次のことは誰もが適切に確言できるだろう。 すなわち、カルダイオス人が全人類の中で占星術において最大の熟練を有していること、そして彼らがこの観察に最大の熱意を注いできたということである。
§2.31.9περὶ δὲ τοῦ πλήθους τῶν ἐτῶν, ἐν οἷς φασι τὴν θεωρίαν τῶν κατὰ τὸν κόσμον πεποιῆσθαι τὸ σύστημα τῶν Χαλδαίων, οὐκ ἄν τις ῥᾳδίως πιστεύσειεν·
しかし、その期間においてカルダイオス人の組織が宇宙に関する事象の観察を行ってきたと彼らが言うその年数の多さについては、誰も容易には信じないだろう。
ἐτῶν γὰρ ἑπτὰ καὶ τετταράκοντα μυριάδας καὶ τρεῖς ἐπὶ ταύταις χιλιάδας εἰς τὴν Ἀλεξάνδρου διάβασιν γεγονέναι καταριθμοῦσιν, ἀφʼ ὅτου τὸ παλαιὸν ἤρξαντο τῶν ἄστρων τὰς παρατηρήσεις ποιεῖσθαι.
というのも、彼らが古くに星々の観測を行い始めてからアレクサンドロスの渡海までに、47万3000年が経過したと彼らは数え上げているからである。
§2.31.10καὶ περὶ μὲν Χαλδαίων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν, ἵνα μὴ μακρότερον ἀποπλανώμεθα τῆς οἰκείας ἱστορίας·
そして、カルダイオス人については、我々自身の歴史からこれ以上長く逸れてしまわないように、語られたことで十分としよう。
περὶ δὲ τῆς Ἀσσυρίων βασιλείας ὡς ὑπὸ Μήδων κατελύθη προειρηκότες ἐπάνιμεν ὅθεν ἐξέβημεν.
アッシリアの王権がどのようにメディア人によって滅ぼされたかについてはすでに述べたので、我々が本筋から外れたところへと戻ることにしよう。