Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.29.1-2.29.6

迦勒底人的占卜学及其与希腊哲学的对比

第 129 段,共 406 段 · 希腊语

内容简介

作者介绍了巴比伦迦勒底人的古老历史、国家地位及其占星和占卜等学术,并对比了迦勒底人世代相传、坚守传统教义的学习方式,与希腊人零散、唯利是图且在教义上不断立异的哲学研究态度。

§2.29.1ἡμῖν δʼ οὐκ ἀνάρμοστον εἶναι δοκεῖ περὶ τῶν ἐν Βαβυλῶνι Χαλδαίων καὶ τῆς ἀρχαιότητος αὐτῶν βραχέα διελθεῖν, ἵνα μηδὲν παραλίπωμεν τῶν ἀξίων μνήμης.
在我们看来,简要叙述巴比伦的迦勒底人及其古老历史,似乎并非不合适,以便我们不遗漏任何值得记忆的事物。
§2.29.2Χαλδαῖοι τοίνυν τῶν ἀρχαιοτάτων ὄντες Βαβυλωνίων τῇ μὲν διαιρέσει τῆς πολιτείας παραπλησίαν ἔχουσι τάξιν τοῖς κατʼ Αἴγυπτον ἱερεῦσι· πρὸς γὰρ τῇ θεραπείᾳ τῶν θεῶν τεταγμένοι πάντα τὸν τοῦ ζῆν χρόνον φιλοσοφοῦσι, μεγίστην δόξαν ἔχοντες ἐν ἀστρολογίᾳ.
因此,迦勒底人作为最古老的巴比伦人,其在国家划分中的地位与埃及的祭司非常相似;因为他们被指派侍奉神明,终生从事哲学研究,在占星术方面享有最大的声誉。
ἀντέχονται δʼ ἐπὶ πολὺ καὶ μαντικῆς, ποιούμενοι προρρήσεις περὶ τῶν μελλόντων, καὶ τῶν μὲν καθαρμοῖς, τῶν δὲ θυσίαις, τῶν δʼ ἄλλαις τισὶν ἐπῳδαῖς ἀποτροπὰς κακῶν καὶ τελειώσεις ἀγαθῶν πειρῶνται πορίζειν.
他们也极大地致力于占卜,对未来做出预言,并试图通过对一些人进行净化,对另一些人进行祭祀,对其他人进行某些咒语,来达到消除灾祸和成就善事的目的。
§2.29.3ἐμπειρίαν δʼ ἔχουσι καὶ τῆς διὰ τῶν οἰωνῶν μαντικῆς, ἐνυπνίων τε καὶ τεράτων ἐξηγήσεις ἀποφαίνονται.
他们还具有通过鸟占进行占卜的经验,并对梦境和异兆做出解释。
οὐκ ἀσόφως δὲ ποιοῦνται καὶ τὰ περὶ τὴν ἱεροσκοπίαν ἄκρως ἐπιτυγχάνειν νομίζοντες.
在考察牺牲方面,他们的做法也绝非不聪明,因为他们认为自己在这一领域能够获得极高的准确性。
τὴν δὲ τούτων μάθησιν ἁπάντων οὐχ ὁμοίαν ποιοῦνται τοῖς τὰ τοιαῦτʼ ἐπιτηδεύουσι τῶν Ἑλλήνων.
然而,他们对所有这些知识的学习,并不像那些从事此类活动的希腊人那样。
§2.29.4παρὰ μὲν γὰρ τοῖς Χαλδαίοις ἐκ γένους ἡ τούτων φιλοσοφία παραδέδοται, καὶ παῖς παρὰ πατρὸς διαδέχεται, τῶν ἄλλων λειτουργιῶν πασῶν ἀπολελυμένος.
因为在迦勒底人中,这门哲学是通过家族世代相传的,儿子从父亲那里继承,并免除所有其他的公共义务。
διὸ καὶ γονεῖς ἔχοντες διδασκάλους ἅμα μὲν ἀφθόνως ἅπαντα μανθάνουσιν, ἅμα δὲ τοῖς παραγγελλομένοις προσέχουσι πιστεύοντες βεβαιότερον.
因此,由于以父母为教师,他们一方面能够毫无保留地学习一切,另一方面也更加坚定地相信并专注于所传授的教导。
ἔπειτʼ εὐθὺς ἐκ παίδων συντρεφόμενοι τοῖς μαθήμασι μεγάλην ἕξιν περιποιοῦνται διά τε τὸ τῆς ἡλικίας εὐδίδακτον καὶ διὰ τὸ πλῆθος τοῦ προσκαρτερουμένου χρόνου.
再者,他们自幼便伴随这些学问一同成长,由于年龄易于接受教导,加上长期坚持的时间,因而获得了极大的熟练度。
§2.29.5παρὰ δὲ τοῖς Ἕλλησιν ὁ πολλοῖς ἀπαρασκεύως προσιὼν ὀψέ ποτε τῆς φιλοσοφίας ἅπτεται, καὶ μέχρι τινὸς φιλοπονήσας ἀπῆλθε περισπασθεὶς ὑπὸ βιωτικῆς χρείας· ὀλίγοι δέ τινες ἐπὶ φιλοσοφίαν ἀποδύντες ἐργολαβίας ἕνεκεν παραμένουσιν ἐν τῷ μαθήματι, καινοτομοῦντες ἀεὶ περὶ τῶν μεγίστων δογμάτων καὶ τοῖς πρὸ αὐτῶν οὐκ ἀκολουθοῦντες.
相反,在希腊人中,许多人在毫无准备的情况下接近哲学,很晚才开始接触,在努力了一阵子之后,便因生活的需要而分心离开;只有少数人为了哲学而全力以赴,却也为了谋生而留在学习中,在最重要的教义上不断推陈出新,不遵循前人的脚步。
§2.29.6τοιγαροῦν οἱ μὲν βάρβαροι διαμένοντες ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβαίως ἕκαστα λαμβάνουσιν, οἱ δʼ Ἕλληνες τοῦ κατὰ τὴν ἐργολαβίαν κέρδους στοχαζόμενοι καινὰς αἱρέσεις κτίζουσι, καὶ περὶ τῶν μεγίστων θεωρημάτων ἀλλήλοις ἀντιδοξοῦντες διχονοεῖν ποιοῦσι τοὺς μανθάνοντας καὶ τὰς ψυχὰς αὐτῶν πλανᾶσθαι, τὸν πάντα βίον ἐν αἰώρᾳ γινομένας καὶ μηδὲν ὅλως πιστεῦσαι δυναμένας βεβαίως·
因此,野蛮人始终坚守相同的原则,从而能够切实地掌握每一件事物;而希腊人则出于谋取商业利益的目的,创立了新的学派,并在最重要的定理上相互对立,导致学习者们意见分歧,使他们的灵魂终其一生都处于悬空摇摆的状态,根本无法确信任何事情。
τὰς γοῦν ἐπιφανεστάτας αἱρέσεις τῶν φιλοσόφων εἴ τις ἀκριβῶς ἐξετάζοι, πλεῖστον ὅσον εὑρήσει διαφερούσας ἀλλήλων καὶ περὶ τῶν μεγίστων δοξῶν ἐναντία δοξαζούσας.
事实上,如果有人仔细考察哲学家们最著名的那些学派,就会发现它们之间的差异极大,且在最重大的见解上持有完全相反的观点。

词汇与语法注释

  1. 2.29.2τῶν μὲν καθαρμοῖς, τῶν δὲ θυσίαις, τῶν δʼ ἄλλαις τισὶν ἐπῳδαῖς — 属格 `τῶν μὲν ... τῶν δὲ ... τῶν δʼ` 可以被理解为指代 `κακῶν`(灾祸)的中性部分属格,但更自然的解释是将其视为指代接受其服务的服务对象(“对一些人、对另一些人、对其他人”)的阳性指示代词(目的格属格)。工具与格 `καθαρμοῖς`(净化)、`θυσίαις`(祭祀)和 `ἐπῳδαῖς`(咒语)分别修饰它们。
  2. 2.29.3τὴν δὲ τούτων μάθησιν ἁπάντων οὐχ ὁμοίαν ... ποιοῦνται τοῖς τὰ τοιαῦτʼ ἐπιτηδεύουσι τῶν Ἑλλήνων — 与格 `τοῖς ... ἐπιτηδεύουσι` 由形容词 `ὁμοίαν` 支配。这是一种缩略比较(brachylogy)的用法,即将学习过程(`μάθησιν`)直接与从事这些行业的人(`τοῖς ἐπιτηδεύουσι`)进行比较,而不是与“希腊人的学习”进行比较。
  3. 2.29.5ὁ πολλοῖς ἀπαρασκεύως προσιὼν — 与格 `πολλοῖς` 的解释存在分歧。一种观点将其视为中性复数与格,意为“(毫无准备地)着手许多事情”,或副词性地表示“在许多方面”。另一种观点将其视为时间与格(或省略了 `πολλοῖς χρόνοις`),修饰 `ὀψέ`,意为“在许多岁月之后/很晚”。这里采用前者,即“毫无准备地着手许多事情”,以此突显希腊人在学术探索上缺乏像迦勒底人那样的系统性专注。
  4. 2.29.6τὰς ψυχὰς αὐτῶν πλανᾶσθαι, τὸν πάντα βίον ἐν αἰώρᾳ γινομένας καὶ μηδὲν ὅλως πιστεῦσαι δυναμένας — 分词 `γινομένας` 和 `δυναμένας` 是阴性复数宾格,与作为不定式 `πλανᾶσθαι` 的逻辑主语的 `τὰς ψυχὰς`(灵魂)保持一致并直接修饰它。`τὸν πάντα βίον` 是表示时间持续长度的宾格(“终其一生”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.29.1-2.29.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.29.1-2.29.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。