Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.28.1-2.28.8

贝雷苏斯获赦与亚述帝国灭亡

第 128 段,共 406 段 · 希腊语

内容简介

新王阿尔巴克斯被曾预言其登基的贝雷苏斯欺骗,允许其运走含有隐藏金银的宫殿骨灰,但在骗局败露后,阿尔巴克斯宽大地面免除了其罪罚。随后,阿尔巴克斯将城市夷为平地,宣告了延续三十代、一千三百多年的亚述帝国的灭亡。

§2.28.1ἔνθα δὴ τοῦ βασιλέως τοῖς συναγωνισαμένοις στρατηγοῖς δωρεάς τε διαδόντος κατὰ τὴν ἀξίαν καὶ σατράπας ἐθνῶν καθιστάντος, προσελθὼν αὐτῷ Βέλεσυς ὁ Βαβυλώνιος, ὁ προειπὼν ὅτι βασιλεὺς ἔσται τῆς Ἀσίας, τῆς τε εὐεργεσίας ὑπέμνησε καὶ τὴν Βαβυλῶνος ἀρχὴν ἠξίου δοῦναι, καθάπερ ἐξ ἀρχῆς ὑπέσχετο.
当时,国王正按功绩向共同战斗的将领们分发赏赐,并委任各族的总督,曾预言他将成为亚洲之王的巴比伦人贝雷苏斯来到他面前,提醒他曾经的恩情,并请求按照最初的诺言赐予他巴比伦的统治权。
§2.28.2ἀπεφαίνετο δὲ καὶ κατὰ τοὺς κινδύνους ἑαυτὸν εὐχὴν πεποιῆσθαι τῷ Βήλῳ Σαρδαναπάλλου κρατηθέντος καὶ τῶν βασιλείων ἐμπυρισθέντων ἀποκομιεῖν τὴν σποδὸν τὴν ἐκ τούτων εἰς Βαβυλῶνα, καὶ πλησίον τοῦ τεμένους τοῦ θεοῦ καὶ τοῦ ποταμοῦ καταθέμενον χῶμα κατασκευάσειν τὸ παρεξόμενον τοῖς κατὰ τὸν Εὐφράτην πλέουσιν ἀθάνατον ὑπόμνημα τοῦ καταλύσαντος τὴν Ἀσσυρίων ἀρχήν.
他还声称,在危难之中,他曾向贝尔神许愿,如果萨尔达那帕洛斯被击败且宫殿被烧毁,他将把其中的灰烬运往巴比伦,并在该神的圣域和河流附近堆起一座土丘,为在幼发拉底河上航行的人们提供一个不可磨灭的纪念碑,以纪念摧毁亚述帝国的人。
§2.28.3τοῦτο δʼ ᾐτεῖτο πυθόμενος τινος εὐνούχου τὰ περὶ τὸν ἄργυρον καὶ χρυσόν, ὃν διαδράντα καὶ πρὸς αὐτὸν αὐτομολήσαντα κατέκρυψεν.
他之所以提出这个请求,是因为他从某个阉人那里得知了关于金银的事,而这个阉人在逃亡并投奔他时曾被他藏匿起来。
§2.28.4ὁ δʼ Ἀρβάκης τούτων οὐδὲν εἰδὼς διὰ τὸ πάντας τοὺς ἐν τοῖς βασιλείοις συγκατακαῆναι τῷ βασιλεῖ, τήν τε σποδὸν ἀποκομίσαι καὶ τὴν Βαβυλῶνα ἔχειν ἀτελῆ συνεχώρησεν.
阿尔巴克斯对此一无所知,因为宫殿里的所有人都在大火中与国王一同被烧死,于是他允许贝雷苏斯运走灰烬,并免税领有巴比伦。
εἶθʼ ὁ μὲν Βέλεσυς πλοῖα παραστησάμενος μετὰ τῆς σποδοῦ τὸ πλεῖστον τοῦ τε ἀργύρου καὶ τοῦ χρυσοῦ συντόμως ἀπέστειλεν εἰς Βαβυλῶνα·
随后,贝雷苏斯备好船只,迅速将大部分金银与灰烬一同送往巴比伦。
ὁ δὲ βασιλεύς, μηνυθείσης αὐτῷ τῆς πράξεως αὐτοφώρου, δικαστὰς ἀπέδειξε τοὺς συναγωνισαμένους στρατηγούς.
然而,当这一行径被当场揭发给国王时,国王便任命共同战斗的将领们担任法官。
§2.28.5τοῦ πράξαντος δʼ ὁμολογοῦντος ἀδικεῖν, τὸ μὲν δικαστήριον αὐτοῦ θάνατον κατέγνω, ὁ δὲ βασιλεύς, μεγαλόψυχος ὢν καὶ τὴν ἀρχὴν τῆς ἡγεμονίας βουλόμενος ἐπιεικῆ παρέχεσθαι, τῶν τε κινδύνων ἀπέλυσε τὸν Βέλεσυν καὶ τὸν ἀποκεκομισμένον ἄργυρον καὶ χρυσὸν ἔχειν συνεχώρησεν· ὁμοίως δὲ καὶ τὴν ἐξ ἀρχῆς δοθεῖσαν ἐξουσίαν τῆς Βαβυλῶνος οὐκ ἀφείλετο, φήσας μείζονας εἶναι τὰς ἐξ αὐτοῦ προγεγενημένας εὐεργεσίας τῶν ὕστερον ἀδικημάτων.
由于当事人承认了罪行,法庭判处他死刑,但国王宽宏大量,并希望使自己统治的开端显得仁慈温和,于是免除了贝雷苏斯的死罪,并允许他保留已运走的光金银;同样,他也没有剥夺最初赐予他的巴比伦统治权,并称他先前所立下的功劳大于后来的过错。
§2.28.6διαβοηθείσης δὲ τῆς ἐπιεικείας οὐ τὴν τυχοῦσαν εὔνοιαν ἅμα καὶ δόξαν παρὰ τῶν ἐθνῶν ἀπηνέγκατο, πάντων κρινόντων ἄξιον εἶναι τῆς βασιλείας τὸν οὕτω προσενεχθέντα τοῖς ἀδικήσασιν.
随着这种仁慈之举广为人知,他不仅赢得了各族人民非同寻常的好感,同时也赢得了名声,因为所有人都判定,对待犯错之人能如此宽大的人,理应配得上王位。
§2.28.7ὁ δʼ οὖν Ἀρβάκης τοῖς κατὰ τὴν πόλιν ἐπιεικῶς προσενεχθεὶς αὐτοὺς μὲν κατὰ κώμας διῴκισε, τὰς ἰδίας κτήσεις ἑκάστοις ἀποδούς, τὴν δὲ πόλιν εἰς ἔδαφος κατέσκαψεν.
总之,阿尔巴克斯对城中的居民采取了温和的态度,将他们安置在各个村庄,将各自的财产归还给每个人,但将城市本身夷为平地。
ἔπειτα τόν τε ἄργυρον καὶ χρυσὸν τὸν ἐκ τῆς πυρᾶς ὑπολειφθέντα πολλῶν ὄντα ταλάντων ἀπεκόμισε τῆς Μηδίας εἰς Ἐκβάτανα.
随后,他将柴堆中留下的、价值许多塔兰同的金银运往米底亚的埃克巴坦那。
§2.28.8ἡ μὲν οὖν ἡγεμονία τῶν Ἀσσυρίων ἀπὸ Νίνου διαμείνασα τριάκοντα μὲν γενεάς, ἔτη δὲ πλείω τῶν χιλίων καὶ τριακοσίων, ὑπὸ Μήδων κατελύθη τὸν προειρημένον τρόπον.
因此,亚述人的统治自尼努斯起延续了三十代,历时一千三百多年,最终以所述的方式被米底人推翻。

词汇与语法注释

  1. 2.28.2Σαρδαναπάλλου κρατηθέντος καὶ τῶν βασιλείων ἐμπυρισθέντων — 由属格名词与分词构成的属格绝对结构。在上下文中,它作为贝雷苏斯向贝尔神所许“誓愿”(εὐχὴν πεποιῆσθαι)所包含的条件从句,意思是“如果萨尔达那帕洛斯被击败且宫殿被烧毁”。
  2. 2.28.3πυθόμενος τινος εὐνούχου — 意为“听说、探知”的动词 πυνθάνομαι 的分词形式。该动词要求获得信息的“来源(人)”用属格(τινος εὐνούχου),而获得的“信息对象”用宾格(τὰ περὶ τὸν ἄργυρον καὶ χρυσόν)。
  3. 2.28.3ὃν διαδράντα καὶ πρὸς αὐτὸν αὐτομολήσαντα κατέκρυψεν — 关系代词 ὃν(先行词为 εὐνούχου)是关系从句中动词 κατέκρυψεν 的直接宾语,两个宾格分词 διαδράντα(逃跑)和 αὐτομολήσαντα(投奔)均修饰该 ὃν,用以说明其当时的状态。
  4. 2.28.5τῶν τε κινδύνων — 受意为“释放、免除”的动词 ἀπολύω 支配。表示分离或免除的对象使用属格(τῶν τε κινδύνων)。字面意思是“从种种危险中(免除)”,在此处特指因审判结果而预期的“死刑危险”或“惩罚”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.28.1-2.28.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.28.1-2.28.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。