§2.29.1ἡμῖν δʼ οὐκ ἀνάρμοστον εἶναι δοκεῖ περὶ τῶν ἐν Βαβυλῶνι Χαλδαίων καὶ τῆς ἀρχαιότητος αὐτῶν βραχέα διελθεῖν, ἵνα μηδὲν παραλίπωμεν τῶν ἀξίων μνήμης.
私たちにとって、記憶に値することの一つとして、バビロンのカルダイオス人とその古さについて簡潔に述べることは不適切ではないと思われる。 それは記憶に値することを何一つ見落とさないためである。
§2.29.2Χαλδαῖοι τοίνυν τῶν ἀρχαιοτάτων ὄντες Βαβυλωνίων τῇ μὲν διαιρέσει τῆς πολιτείας παραπλησίαν ἔχουσι τάξιν τοῖς κατʼ Αἴγυπτον ἱερεῦσι·
さて、カルダイオス人は、最も古いバビロニア人の部類に属しており、国家の区分において、エジプトの神官たちにきわめてよく似た地位を占めている。
πρὸς γὰρ τῇ θεραπείᾳ τῶν θεῶν τεταγμένοι πάντα τὸν τοῦ ζῆν χρόνον φιλοσοφοῦσι, μεγίστην δόξαν ἔχοντες ἐν ἀστρολογίᾳ.
彼らは神々への奉仕に任命されており、生涯のすべての時間を哲学に捧げ、天文学において最大の賞賛を得ている。
ἀντέχονται δʼ ἐπὶ πολὺ καὶ μαντικῆς, ποιούμενοι προρρήσεις περὶ τῶν μελλόντων, καὶ τῶν μὲν καθαρμοῖς, τῶν δὲ θυσίαις, τῶν δʼ ἄλλαις τισὶν ἐπῳδαῖς ἀποτροπὰς κακῶν καὶ τελειώσεις ἀγαθῶν πειρῶνται πορίζειν.
また彼らは占いにも深く従事し、未来についての予言を行い、ある者たちには清めの儀式によって、他の者たちには犠牲祭によって、また別の人たちにはある種の呪文によって、災いを払い除け、善きことを成就させるよう努める。
§2.29.3ἐμπειρίαν δʼ ἔχουσι καὶ τῆς διὰ τῶν οἰωνῶν μαντικῆς, ἐνυπνίων τε καὶ τεράτων ἐξηγήσεις ἀποφαίνονται.
彼らはまた鳥占いによる予知についても熟練しており、夢や兆兆の解釈を提示する。
οὐκ ἀσόφως δὲ ποιοῦνται καὶ τὰ περὶ τὴν ἱεροσκοπίαν ἄκρως ἐπιτυγχάνειν νομίζοντες.
また、犠牲検診についても、非常に高い確率で的中させると信じており、巧みに行っている。
τὴν δὲ τούτων μάθησιν ἁπάντων οὐχ ὁμοίαν ποιοῦνται τοῖς τὰ τοιαῦτʼ ἐπιτηδεύουσι τῶν Ἑλλήνων.
しかし、これらすべての事柄の学習を、彼らはギリシア人の中でそのような事柄を実践する人々と同じようには行わない。
§2.29.4παρὰ μὲν γὰρ τοῖς Χαλδαίοις ἐκ γένους ἡ τούτων φιλοσοφία παραδέδοται, καὶ παῖς παρὰ πατρὸς διαδέχεται, τῶν ἄλλων λειτουργιῶν πασῶν ἀπολελυμένος.
というのも、カルダイオス人の間では、これらに関する哲学は家系によって受け継がれ、息子はすべての他の公共の義務から免除されて、父からそれを引き継ぐからである。
διὸ καὶ γονεῖς ἔχοντες διδασκάλους ἅμα μὲν ἀφθόνως ἅπαντα μανθάνουσιν, ἅμα δὲ τοῖς παραγγελλομένοις προσέχουσι πιστεύοντες βεβαιότερον.
それゆえ、彼らは親を教師とすることで、惜しみなくすべてを学びつつ、同時に教えられる事柄に、より確実な信頼を置いて注意を向ける。
ἔπειτʼ εὐθὺς ἐκ παίδων συντρεφόμενοι τοῖς μαθήμασι μεγάλην ἕξιν περιποιοῦνται διά τε τὸ τῆς ἡλικίας εὐδίδακτον καὶ διὰ τὸ πλῆθος τοῦ προσκαρτερουμένου χρόνου.
さらに、彼らは子供の頃からすぐにその学びに親しんで育つため、その年齢が教育に適していることと、専念する時間の長さのおかげで、優れた習性を身につけるのである。
§2.29.5παρὰ δὲ τοῖς Ἕλλησιν ὁ πολλοῖς ἀπαρασκεύως προσιὼν ὀψέ ποτε τῆς φιλοσοφίας ἅπτεται, καὶ μέχρι τινὸς φιλοπονήσας ἀπῆλθε περισπασθεὶς ὑπὸ βιωτικῆς χρείας·
それに対してギリシア人の間では、多くの者が何の準備もなしに哲学に近づき、かなり遅くなってからそれを手がけ、ある程度努力したかと思うと、生活上の必要によって関心をそらされ去ってしまう。
ὀλίγοι δέ τινες ἐπὶ φιλοσοφίαν ἀποδύντες ἐργολαβίας ἕνεκεν παραμένουσιν ἐν τῷ μαθήματι, καινοτομοῦντες ἀεὶ περὶ τῶν μεγίστων δογμάτων καὶ τοῖς πρὸ αὐτῶν οὐκ ἀκολουθοῦντες.
そして、少数の者だけが哲学のために身を捧げて残るが、彼らもまた利益を得るためにその学びにとどまり、最も重大な教説について常に新しい説を作り出し、先達に従わない。
§2.29.6τοιγαροῦν οἱ μὲν βάρβαροι διαμένοντες ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβαίως ἕκαστα λαμβάνουσιν, οἱ δʼ Ἕλληνες τοῦ κατὰ τὴν ἐργολαβίαν κέρδους στοχαζόμενοι καινὰς αἱρέσεις κτίζουσι, καὶ περὶ τῶν μεγίστων θεωρημάτων ἀλλήλοις ἀντιδοξοῦντες διχονοεῖν ποιοῦσι τοὺς μανθάνοντας καὶ τὰς ψυχὰς αὐτῶν πλανᾶσθαι, τὸν πάντα βίον ἐν αἰώρᾳ γινομένας καὶ μηδὲν ὅλως πιστεῦσαι δυναμένας βεβαίως·
それゆえに、野蛮人たちは常に同じ状態にとどまりながら、個々の事柄を常に確実に受け取るが、他方ギリシア人たちは、商売上の利益を狙って新しい学派を創設し、最も重大な理論について互いに反対の意見を持つことで、学ぶ者たちに不和を生じさせ、彼らの魂を、全生涯にわたって宙吊りの状態に置き、全体として何一つ確固として信じることができないようにさせてしまう。
τὰς γοῦν ἐπιφανεστάτας αἱρέσεις τῶν φιλοσόφων εἴ τις ἀκριβῶς ἐξετάζοι, πλεῖστον ὅσον εὑρήσει διαφερούσας ἀλλήλων καὶ περὶ τῶν μεγίστων δοξῶν ἐναντία δοξαζούσας.
実際、哲学者たちの最も有名な学派を詳しく調べるならば、それらが互いに非常に大きく異なっており、最も重大な意見について相反する説を主張していることに気づくであろう。