Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.27.1-2.27.3

城墙崩塌与萨尔达那帕洛斯的自尽

第 127 段,共 406 段 · 希腊语

内容简介

在长期的围城战中,第三年由于大雨导致幼发拉底河泛滥并冲垮了部分城墙;萨尔达那帕洛斯国王意识到神谕已经应验,便自焚身亡,叛军随后攻占城市并拥立阿尔巴克斯为王。

§2.27.1οἱ δʼ ἀποστάται τοῖς προτερήμασιν ἐπαρθέντες προσέκειντο μὲν τῇ πολιορκίᾳ, διὰ δὲ τὴν ὀχυρότητα τῶν τειχῶν οὐδὲν ἠδύναντο βλάψαι τοὺς ἐν τῇ πόλει· πετροβόλοι γὰρ ἢ χελῶναι χωστρίδες ἢ κριοὶ πρὸς ἀνατροπὴν μεμηχανημένοι τειχῶν οὔπω κατʼ ἐκείνους τοὺς καιροὺς εὕρηντο.
叛乱者们因先前的胜利而士气高涨,紧密地进行围攻,但由于城墙的坚固,他们无法对城里的人造成任何伤害;因为在那个时代,投石机、用于填壕的“龟甲”以及专为推倒城墙而设计的冲角尚未被发明。
τῶν δʼ ἐπιτηδείων ἁπάντων οἱ κατὰ τὴν πόλιν πολλὴν εἶχον δαψίλειαν, προνενοημένου τοῦ βασιλέως τούτου τοῦ μέρους.
另一方面,城里的人在各种生活必需品上都有着充足的储备,这是因为国王事先在这个方面做好了准备。
διὸ καὶ χρονιζούσης τῆς πολιορκίας ἐπʼ ἔτη μὲν δύο προσέκειντο προσβολὰς ποιούμενοι τοῖς τείχεσι καὶ τῆς ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἐκ τῆς πόλεως εἴργοντες· τῷ τρίτῳ δʼ ἔτει συνεχῶς ὄμβρων μεγάλων καταρραγέντων συνέβη τὸν Εὐφράτην μέγαν γενόμενον κατακλύσαι τε μέρος τῆς πόλεως καὶ καταβαλεῖν τὸ τεῖχος ἐπὶ σταδίους εἴκοσιν.
因此,随着围城战的拖延,在头两年里,他们不断向城墙发起进攻,并阻止城里的人外出到乡间;但在第三年,由于连降大雨,幼发拉底河水位暴涨,淹没了城市的一部分,并冲垮了长达二十斯塔迪翁的城墙。
§2.27.2ἐνταῦθα ὁ βασιλεὺς νομίσας τετελέσθαι τὸν χρησμὸν καὶ τῇ πόλει τὸν ποταμὸν γεγονέναι φανερῶς πολέμιον, ἀπέγνω τὴν σωτηρίαν.
此时,国王认为神谕已经实现,河水显然已成为城市的敌人,于是放弃了生还的希望。
ἵνα δὲ μὴ τοῖς πολεμίοις ὑποχείριος γένηται, πυρὰν ἐν τοῖς βασιλείοις κατεσκεύασεν ὑπερμεγέθη, καὶ τόν τε χρυσὸν καὶ τὸν ἄργυρον ἅπαντα, πρὸς δὲ τούτοις τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν ἐπὶ ταύτην ἐσώρευσε, τὰς δὲ παλλακίδας καὶ τοὺς εὐνούχους συγκλείσας εἰς τὸν ἐν μέσῃ τῇ πυρᾷ κατεσκευασμένον οἶκον ἅμα τούτοις ἅπασιν ἑαυτόν τε καὶ τὰ βασίλεια κατέκαυσεν.
为了不落入敌手,他在宫殿内建造了一座极大的柴堆,并将所有的金银以及所有的王室华服堆在其上,又将妾侍和阉人关进在柴堆中央建造的房间里,随后将自己和宫殿与所有这些东西一起付之一炬。
§2.27.3οἱ δʼ ἀποστάται πυθόμενοι τὴν ἀπώλειαν τὴν Σαρδαναπάλλου, τῆς μὲν πόλεως ἐκράτησαν εἰσπεσόντες κατὰ τὸ πεπτωκὸς μέρος τοῦ τείχους, τὸν δʼ Ἀρβάκην ἐνδύσαντες τὴν βασιλικὴν στολὴν προσηγόρευσαν βασιλέα, καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐπέτρεψαν.
叛军得知了萨尔达那帕洛斯的覆灭,便从城墙坍塌的部分冲入,占领了城市,并让阿尔巴克斯穿上王袍,拥立他为王,将一切权力交托于他。

词汇与语法注释

  1. §2.27.1χελῶναι χωστρίδες — “用于填壕的龟甲”。指古典时期攻城战中,用以保护在填平战壕(χώννυμι)时免受敌方袭击的带屋顶移动防雨棚(即龟甲形护罩,testudo)。
  2. §2.27.1προνενοημένου τοῦ βασιλέως τούτου τοῦ μέρους — 独立属格结构。`τοῦ βασιλέως` 是逻辑主语,完成时分词 `προνενοημένου` 为谓语。`τούτου τοῦ μέρους`(这一部分/这一点)是动词 `προνοέομαι`(预先考虑)所支配的属格宾语,指代前文所述对必需品储备的准备工作。
  3. §2.27.1συνέβη τὸν Εὐφράτην μέγαν γενόμενον κατακλύσαι... — 无人称动词 `συνέβη`(发生……)以对格加不定式从句 `τὸν Εὐφράτην... κατακλύσαι... καὶ καταβαλεῖν`(幼发拉底河淹没……并冲垮……)作为其主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.27.1-2.27.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.27.1-2.27.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。