§2.28.1ἔνθα δὴ τοῦ βασιλέως τοῖς συναγωνισαμένοις στρατηγοῖς δωρεάς τε διαδόντος κατὰ τὴν ἀξίαν καὶ σατράπας ἐθνῶν καθιστάντος, προσελθὼν αὐτῷ Βέλεσυς ὁ Βαβυλώνιος, ὁ προειπὼν ὅτι βασιλεὺς ἔσται τῆς Ἀσίας, τῆς τε εὐεργεσίας ὑπέμνησε καὶ τὴν Βαβυλῶνος ἀρχὴν ἠξίου δοῦναι, καθάπερ ἐξ ἀρχῆς ὑπέσχετο.
そこで、王がともに戦った将軍たちに功績に応じて恩賞を分配し、諸民族の総督を任命していたとき、かつて彼がアジアの王になるであろうと予言していたバビロニア人のベレスュスが彼のもとに進み出て、その恩義を思い起こさせ、当初約束されていた通りにバビロンの支配権を授けるよう求めた。
§2.28.2ἀπεφαίνετο δὲ καὶ κατὰ τοὺς κινδύνους ἑαυτὸν εὐχὴν πεποιῆσθαι τῷ Βήλῳ Σαρδαναπάλλου κρατηθέντος καὶ τῶν βασιλείων ἐμπυρισθέντων ἀποκομιεῖν τὴν σποδὸν τὴν ἐκ τούτων εἰς Βαβυλῶνα, καὶ πλησίον τοῦ τεμένους τοῦ θεοῦ καὶ τοῦ ποταμοῦ καταθέμενον χῶμα κατασκευάσειν τὸ παρεξόμενον τοῖς κατὰ τὸν Εὐφράτην πλέουσιν ἀθάνατον ὑπόμνημα τοῦ καταλύσαντος τὴν Ἀσσυρίων ἀρχήν.
さらに彼は、危機の最中に、もしサルダナパロスが打ち負かされ宮殿が焼き尽くされたなら、そこから出る灰をバビロンへと運び去り、ベル神に誓願を立てていたのだと主張した。 そして、その神の神域と川の近くにその灰を置いて、ユーフラテス川を航行する人々に対して、アッシリアの支配を滅ぼした者の不滅の記念碑となるような塚を築くつもりであるとも語った。
§2.28.3τοῦτο δʼ ᾐτεῖτο πυθόμενος τινος εὐνούχου τὰ περὶ τὸν ἄργυρον καὶ χρυσόν, ὃν διαδράντα καὶ πρὸς αὐτὸν αὐτομολήσαντα κατέκρυψεν.
彼がこのことを求めたのは、逃亡して自分のもとに亡命してきたときに匿っていた、ある宦官から金銀に関する事柄を聞き知っていたからであった。
§2.28.4ὁ δʼ Ἀρβάκης τούτων οὐδὲν εἰδὼς διὰ τὸ πάντας τοὺς ἐν τοῖς βασιλείοις συγκατακαῆναι τῷ βασιλεῖ, τήν τε σποδὸν ἀποκομίσαι καὶ τὴν Βαβυλῶνα ἔχειν ἀτελῆ συνεχώρησεν.
アルバケスは、宮殿にいたすべての者が王とともに焼き尽くされたために、これらのことを何も知らなかったので、灰を運び去ること、およびバビロンを免税で領有することを許可した。
εἶθʼ ὁ μὲν Βέλεσυς πλοῖα παραστησάμενος μετὰ τῆς σποδοῦ τὸ πλεῖστον τοῦ τε ἀργύρου καὶ τοῦ χρυσοῦ συντόμως ἀπέστειλεν εἰς Βαβυλῶνα·
その後、ベレスュスは船を用意し、灰とともに銀と金の大部分を速やかにバビロンへ送り出した。
ὁ δὲ βασιλεύς, μηνυθείσης αὐτῷ τῆς πράξεως αὐτοφώρου, δικαστὰς ἀπέδειξε τοὺς συναγωνισαμένους στρατηγούς.
しかし王は、その行為が明白に告発されると、ともに戦った将軍たちを裁判官に指名した。
§2.28.5τοῦ πράξαντος δʼ ὁμολογοῦντος ἀδικεῖν, τὸ μὲν δικαστήριον αὐτοῦ θάνατον κατέγνω, ὁ δὲ βασιλεύς, μεγαλόψυχος ὢν καὶ τὴν ἀρχὴν τῆς ἡγεμονίας βουλόμενος ἐπιεικῆ παρέχεσθαι, τῶν τε κινδύνων ἀπέλυσε τὸν Βέλεσυν καὶ τὸν ἀποκεκομισμένον ἄργυρον καὶ χρυσὸν ἔχειν συνεχώρησεν·
実行者が罪を認めたため、裁判所は彼に死刑を宣告したが、王は寛大であり、また自らの支配の始まりを慈悲深いものにしたいと望んでいたので、ベレスュスを死刑の危険から免じ、運び出された銀と金を保持することを許可した。
ὁμοίως δὲ καὶ τὴν ἐξ ἀρχῆς δοθεῖσαν ἐξουσίαν τῆς Βαβυλῶνος οὐκ ἀφείλετο, φήσας μείζονας εἶναι τὰς ἐξ αὐτοῦ προγεγενημένας εὐεργεσίας τῶν ὕστερον ἀδικημάτων.
同様に、最初から与えられていたバビロンの支配権も剥奪しなかった。 彼によってなされた以前の恩義の方が、のちの不正よりも大きいと言ったからである。
§2.28.6διαβοηθείσης δὲ τῆς ἐπιεικείας οὐ τὴν τυχοῦσαν εὔνοιαν ἅμα καὶ δόξαν παρὰ τῶν ἐθνῶν ἀπηνέγκατο, πάντων κρινόντων ἄξιον εἶναι τῆς βασιλείας τὸν οὕτω προσενεχθέντα τοῖς ἀδικήσασιν.
この慈悲深さが広く知れ渡ると、彼は諸民族から並々ならぬ好意と名声を同時に獲得した。 罪を犯した者たちに対してそのように振る舞った者こそ、王位にふさわしいと、すべての人が判断したからである。
§2.28.7ὁ δʼ οὖν Ἀρβάκης τοῖς κατὰ τὴν πόλιν ἐπιεικῶς προσενεχθεὶς αὐτοὺς μὲν κατὰ κώμας διῴκισε, τὰς ἰδίας κτήσεις ἑκάστοις ἀποδούς, τὴν δὲ πόλιν εἰς ἔδαφος κατέσκαψεν.
ともあれ、アルバケスは市内の人々に対して寛大に接し、彼らを村々に分散して住まわせ、それぞれに各自の財産を返還したが、都市自体は根底から破壊した。
ἔπειτα τόν τε ἄργυρον καὶ χρυσὸν τὸν ἐκ τῆς πυρᾶς ὑπολειφθέντα πολλῶν ὄντα ταλάντων ἀπεκόμισε τῆς Μηδίας εἰς Ἐκβάτανα.
その後、火葬壇から残された銀と金で、多くのタラントンにのぼるものを、メディアのエкバタナへと運び去った。
§2.28.8ἡ μὲν οὖν ἡγεμονία τῶν Ἀσσυρίων ἀπὸ Νίνου διαμείνασα τριάκοντα μὲν γενεάς, ἔτη δὲ πλείω τῶν χιλίων καὶ τριακοσίων, ὑπὸ Μήδων κατελύθη τὸν προειρημένον τρόπον.
こうしてアッシリア人の支配は、ニノス以来30世代にわたって持続し、1300年以上の年月に及んだが、メディア人によって前述の方法で滅ぼされた。