§2.26.1μετακληθέντων οὖν πάντων πάλιν καὶ τὸν ὡρισμένον χρόνον ἀναμεινάντων, ἧκέ τις ἀπαγγέλλων διότι δύναμις ἐκ τῆς Βακτριανῆς ἀπεσταλμένη τῷ βασιλεῖ πλησίον ἐστὶ πορευομένη κατὰ σπουδήν.
于是,当所有人再次被召回并等待了指定的期限后,有人前来报告说,一支配备给国王、自巴克特里亚派出的军队已在行军途中,正急速赶到附近。
§2.26.2ἔδοξεν οὖν τοῖς περὶ τὸν Ἀρβάκην ἀπαντῆσαι τοῖς στρατηγοῖς τὴν ταχίστην ἀναλαβόντας τῶν στρατιωτῶν τοὺς κρατίστους καὶ μάλιστʼ εὐζώνους, ὅπως, ἂν μὴ διὰ τῶν λόγων τοὺς Βακτριανοὺς δύνωνται πεῖσαι συναποστῆναι, τοῖς ὅπλοις βιάσωνται μετασχεῖν τῶν αὐτῶν ἐλπίδων.
因此,阿尔巴克斯及其部下决定尽快迎战对方的将军们,并挑选了士兵中最强壮、最精练的人同行,以便如果他们无法通过言辞说服巴克特里亚人一同起义,便能通过武力迫使他们共享同样的希望。
§2.26.3τέλος δὲ πρὸς τὴν ἐλευθερίαν ἀσμένως ὑπακουσάντων τὸ μὲν πρῶτον τῶν ἡγεμόνων, ἔπειτα καὶ τῆς ὅλης δυνάμεως, πάντες ἐν ταὐτῷ κατεστρατοπέδευσαν.
最终,由于起初是领袖们,随后是全军都欣然响应了对自由的呼唤,所有人便在同一地点驻扎下来。
§2.26.4ὅτε δὴ συνέβη τὸν βασιλέα τῶν Ἀσσυρίων τὴν μὲν ἀπόστασιν τῶν Βακτριανῶν ἀγνοοῦντα, ταῖς δὲ προγεγενημέναις εὐημερίαις μετεωρισθέντα, τραπῆναι πρὸς ἄνεσιν, καὶ τοῖς στρατιώταις διαδοῦναι πρὸς εὐωχίαν ἱερεῖα καὶ πλῆθος οἴνου τε καὶ τῶν ἄλλων ἐπιτηδείων.
就在那时,亚述国王因对巴克特里亚人的叛乱一无所知,且因先前的胜利而得意忘形,转向了纵乐,并向士兵们分发了用于宴饮的祭牲、大量的酒及其他必需品。
διόπερ τῆς δυνάμεως ἁπάσης ἑστιωμένης, οἱ περὶ τὸν Ἀρβάκην παρά τινων αὐτομόλων πυθόμενοι τὴν ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ῥᾳθυμίαν καὶ μέθην, νυκτὸς ἀπροσδοκήτως τὴν ἐπίθεσιν ἐποιήσαντο.
因此,趁着全军正在宴乐之际,阿尔巴克斯及其部下从一些逃兵那里得知了敌营中的懈怠与醉态,于夜间发动了出其不意的袭击。
§2.26.5προσπεσόντες δὲ συντεταγμένοι μὲν ἀσυντάκτοις, ἕτοιμοι δʼ ἀπαρασκεύοις, τῆς τε παρεμβολῆς ἐκράτησαν καὶ τῶν στρατιωτῶν πολλοὺς ἀνελόντες τοὺς ἄλλους μέχρι τῆς πόλεως κατεδίωξαν.
他们整军袭向混乱的敌军,以有备之师击无备之众,不仅攻占了营地,还杀死了许多士兵,并将其余的人一路追击到城下。
§2.26.6μετὰ δὲ ταῦτα ὁ μὲν βασιλεὺς Γαλαιμένην τὸν ἀδελφὸν τῆς γυναικὸς ἀποδείξας στρατηγόν, αὐτὸς τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν ἐποιεῖτο· οἱ δʼ ἀποστάται κατὰ τὸ πεδίον τὸ πρὸ τῆς πόλεως παραταξάμενοι δυσὶ μάχαις ἐνίκησαν τοὺς Ἀσσυρίους, καὶ τόν τε Γαλαιμένην ἀνεῖλον καὶ τῶν ἀντιταξαμένων τοὺς μὲν ἐν τῇ φυγῇ κατέσφαξαν, τοὺς δʼ ἀποκλεισθέντας τῆς εἰς τὴν πόλιν ἐπανόδου καὶ συναναγκασθέντας ἑαυτοὺς ῥιπτεῖν εἰς τὸν Εὐφράτην ποταμὸν πλὴν ὀλίγων ἅπαντας ἀνεῖλον.
此后,国王任命其妻子的兄弟加莱梅内斯为将军,自己则负责城内的事务;而叛乱者在城前的平原上列阵,在两次战斗中击败了亚述人,不仅杀死了加莱梅内斯,而且在追击中屠杀了敌对者中的一部分人,而对另一部分被切断回城退路并被迫投身幼发拉底河的人,除少数人外,他们全部予以歼灭。
§2.26.7τοσοῦτο δὲ πλῆθος ἦν τῶν φονευθέντων ὥστε τὸ φερόμενον ῥεῦμα κραθὲν αἵματι τὴν χρόαν ἐφʼ ἱκανὸν τόπον μεταβαλεῖν.
被杀者的数量是如此之多,以至于奔流的河水因混入鲜血而在相当长的一段距离内改变了颜色。
ἔπειτα τοῦ βασιλέως συγκλεισθέντος εἰς πολιορκίαν πολλὰ τῶν ἐθνῶν ἀφίστατο, ἑκάστου πρὸς τὴν ἐλευθερίαν αὐτομολοῦντος.
随后,在国王被围困于城中后,许多民族纷纷背叛,各自投奔自由。
§2.26.8ὁ δὲ Σαρδανάπαλλος ὁρῶν τὴν ὅλην βασιλείαν ἐν τοῖς μεγίστοις οὖσαν κινδύνοις, τοὺς μὲν υἱοὺς τρεῖς ὄντας καὶ θυγατέρας δύο μετὰ πολλῶν χρημάτων εἰς Παφλαγονίαν ἀπέστειλε πρὸς Κότταν τὸν ἔπαρχον, ὄντα τῶν ἀρχομένων εὐνούστατον, αὐτὸς δὲ βιβλιαφόρους ἀποστείλας πρὸς ἅπαντας τοὺς ὑπʼ αὐτὸν τεταγμένους μετεπέμπετο δυνάμεις καὶ τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.
萨尔达那帕洛斯看到整个王国处于极大的危险之中,便将他的三个儿子和两个女儿连同大量财宝送往帕夫拉戈尼亚,交给其臣下中最忠诚的统治者科塔斯;他自己则向所有受其管辖的人派出了信使,召集军队,并为围城战做准备。
§2.26.9ἦν δʼ αὐτῷ λόγιον παραδεδομένον ἐκ προγόνων ὅτι τὴν Νίνον οὐδεὶς ἑλεῖ κατὰ κράτος, ἐὰν μὴ πρότερον ὁ ποταμὸς τῇ πόλει γένηται πολέμιος.
此外,他有一条自祖先流传下来的神谕,称“除非河水首先成为这座城市的敌人,否则任何人都无法用武力攻占尼诺斯”。
ὑπολαμβάνων οὖν τοῦτο μηδέποτε ἔσεσθαι, ταῖς ἐλπίσι ἀντεῖχε, διανοούμενος ὑπομένειν τὴν πολιορκίαν καὶ τὰ παρὰ τῶν ὑποτεταγμένων ἀποσταλησόμενα στρατόπεδα προσδέχεσθαι.
因此,他认为这绝不可能发生,便坚守着希望,打算忍受围困,并等待臣民送来的军队。