§2.27.1οἱ δʼ ἀποστάται τοῖς προτερήμασιν ἐπαρθέντες προσέκειντο μὲν τῇ πολιορκίᾳ, διὰ δὲ τὴν ὀχυρότητα τῶν τειχῶν οὐδὲν ἠδύναντο βλάψαι τοὺς ἐν τῇ πόλει·
反乱者たちはこれまでの勝利に勢いづいて包囲攻撃を熱心に続けたが、城壁の堅固さのために、市内の人々に少しも危害を加えることができなかった。
πετροβόλοι γὰρ ἢ χελῶναι χωστρίδες ἢ κριοὶ πρὸς ἀνατροπὴν μεμηχανημένοι τειχῶν οὔπω κατʼ ἐκείνους τοὺς καιροὺς εὕρηντο.
というのも、投石機や、堀を埋めるための「亀甲」、あるいは城壁を覆すために考案された衝角は、その当時はまだ発明されていなかったからである。
τῶν δʼ ἐπιτηδείων ἁπάντων οἱ κατὰ τὴν πόλιν πολλὴν εἶχον δαψίλειαν, προνενοημένου τοῦ βασιλέως τούτου τοῦ μέρους.
他方、市内の人々はあらゆる必需品を豊富に蓄えていたが、これは王がこの点についてあらかじめ配慮していたためであった。
διὸ καὶ χρονιζούσης τῆς πολιορκίας ἐπʼ ἔτη μὲν δύο προσέκειντο προσβολὰς ποιούμενοι τοῖς τείχεσι καὶ τῆς ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἐκ τῆς πόλεως εἴργοντες· τῷ τρίτῳ δʼ ἔτει συνεχῶς ὄμβρων μεγάλων καταρραγέντων συνέβη τὸν Εὐφράτην μέγαν γενόμενον κατακλύσαι τε μέρος τῆς πόλεως καὶ καταβαλεῖν τὸ τεῖχος ἐπὶ σταδίους εἴκοσιν.
それゆえ、包囲戦が長引く中で、2年間は彼らが城壁に攻撃を仕掛け、市内の人々が郊外へ出ることさえ妨げながら(包囲を)続けていたが、3年目に大雨が降り続いたため、ユーフラテス川が増水して都市の一部を浸水させ、20スタディオンにわたって城壁を崩壊させることが起こった。
§2.27.2ἐνταῦθα ὁ βασιλεὺς νομίσας τετελέσθαι τὸν χρησμὸν καὶ τῇ πόλει τὸν ποταμὸν γεγονέναι φανερῶς πολέμιον, ἀπέγνω τὴν σωτηρίαν.
ここに及んで王は、神託が成就し、川が明らかに都市にとっての敵となったと考え、自らの生存を諦めた。
ἵνα δὲ μὴ τοῖς πολεμίοις ὑποχείριος γένηται, πυρὰν ἐν τοῖς βασιλείοις κατεσκεύασεν ὑπερμεγέθη, καὶ τόν τε χρυσὸν καὶ τὸν ἄργυρον ἅπαντα, πρὸς δὲ τούτοις τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν ἐπὶ ταύτην ἐσώρευσε, τὰς δὲ παλλακίδας καὶ τοὺς εὐνούχους συγκλείσας εἰς τὸν ἐν μέσῃ τῇ πυρᾷ κατεσκευασμένον οἶκον ἅμα τούτοις ἅπασιν ἑαυτόν τε καὶ τὰ βασίλεια κατέκαυσεν.
そして、敵の手中に入ることがないように、宮殿の中に巨大な火葬壇を築き、金と銀のすべて、さらにこれに加えて王の衣のすべてをその上に積み上げ、側室たちと宦官たちを火葬壇の真ん中に造られた部屋に閉じ込めると、これらすべてとともに自分自身と宮殿を焼き尽くした。
§2.27.3οἱ δʼ ἀποστάται πυθόμενοι τὴν ἀπώλειαν τὴν Σαρδαναπάλλου, τῆς μὲν πόλεως ἐκράτησαν εἰσπεσόντες κατὰ τὸ πεπτωκὸς μέρος τοῦ τείχους, τὸν δʼ Ἀρβάκην ἐνδύσαντες τὴν βασιλικὴν στολὴν προσηγόρευσαν βασιλέα, καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐπέτρεψαν.
反乱者たちはサルダナパロスの最期を知ると、壁の崩壊した部分から侵入して都市を占領し、アルバケスに王の衣を着せて王と呼び、全権を委ねた。