Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.25.1-2.25.8

萨尔达那帕洛斯的连胜与贝莱西斯的预言

第 125 段,共 406 段 · 希腊语

内容简介

萨尔达那帕洛斯三次击败叛乱者并对首领进行悬赏,在叛乱者因屡战屡败准备解散时,贝莱西斯通过星象观测预言局势将彻底逆转,说服大家继续坚守。

§2.25.1Σαρδανάπαλλος δὲ γνοὺς τὴν ἀπόστασιν εὐθὺς ἐξήγαγεν ἐπʼ αὐτοὺς τὰς ἀπὸ τῶν ἄλλων ἐθνῶν δυνάμεις.
萨尔达那帕洛斯得知叛乱后,立即率领其他民族的军队前去迎战。
καὶ τὸ μὲν πρῶτον γενομένης ἐν τῷ πεδίῳ παρατάξεως ἐλείφθησαν οἱ τὴν ἀπόστασιν ποιησάμενοι, καὶ πολλοὺς ἀποβαλόντες συνεδιώχθησαν εἰς ὄρος ἀπέχον τῆς Νίνου σταδίους ἑβδομήκοντα·
起初,双方在平原上交战,叛乱者战败,损失惨重,被一路追击到距离尼诺斯七十斯塔德的山上。
§2.25.2μετὰ δὲ ταῦτα πάλιν καταβάντων αὐτῶν εἰς τὸ πεδίον καὶ πρὸς μάχην παρασκευαζομένων, ὁ μὲν Σαρδανάπαλλος ἀντιτάξας τὴν ἰδίαν στρατιὰν προαπέστειλε πρὸς τὸ τῶν πολεμίων στρατόπεδον τοὺς κηρύξοντας διότι Σαρδανάπαλλος τοῖς μὲν ἀνελοῦσιν Ἀρβάκην τὸν Μῆδον δώσει χρυσίου διακόσια τάλαντα, τοῖς δὲ ζῶντα παραδοῦσι χρήματα μὲν δωρήσεται δὶς τοσαῦτα, τῆς δὲ Μηδίας ὕπαρχον καταστήσει.
此后,当他们再次下到平原准备战斗时,萨尔达那帕洛斯列好自己的阵势,向敌方军营派去传令官,宣告说:萨尔达那帕洛斯将赐予杀死米底人阿尔巴克斯的人两百塔兰同黄金;而对于活捉并交出他的人,不仅赠予两倍于此的财物,还将任命其为米底的统治者。
§2.25.3παραπλησίως δʼ ἐπηγγείλατο δώσειν δωρεὰς τοῖς Βέλεσυν τὸν Βαβυλώνιον ἀνελοῦσιν ἢ ζωγρήσασιν.
同样地,他也许诺向杀死或活捉巴比伦人贝莱西斯的人给予赏赐。
οὐδενὸς δὲ προσέχοντος τοῖς κηρύγμασι, συνῆψε μάχην, καὶ πολλοὺς μὲν ἐφόνευσε τῶν ἀποστατῶν, τὸ δʼ ἄλλο πλῆθος συνεδίωξεν εἰς τὴν ἐν τοῖς ὄρεσι παρεμβολήν.
然而,由于没有人理会这些宣告,他便率军交战,杀死了许多叛乱者,并将其余的大军追击到山中的营地里。
§2.25.4οἱ δὲ περὶ τὸν Ἀρβάκην διὰ τὰς ἥττας ἀθυμοῦντες συνήγαγον τῶν φίλων συνέδριον καὶ προέθηκαν βουλὴν τί δέοι πράττειν.
阿尔巴克斯及其部下因屡次战败而意气消沉,召集了友人们开会,并就应当如何行事展开讨论。
§2.25.5οἱ πλεῖστοι μὲν οὖν ἔφασαν δεῖν εἰς τὰς πατρίδας ἀπιέναι καὶ τόπους ὀχυροὺς καταλαμβάνεσθαι καὶ τῶν ἄλλων τῶν εἰς τὸν πόλεμον χρησίμων τὴν ἐνδεχομένην παρασκευὴν ποιεῖσθαι·
于是,大多数人表示,应当返回各自的祖国,占据险要地势,并尽可能地准备其他用于战争的物资。
Βέλεσυς δʼ ὁ Βαβυλώνιος, φήσας τοὺς θεοὺς αὐτοῖς σημαίνειν μετὰ πόνων καὶ κακοπαθείας ἐπὶ τέλος ἄξειν τὴν προαίρεσιν, καὶ τἄλλα παρακαλέσας ἐνδεχομένως, ἔπεισεν ἅπαντας ὑπομένειν τοὺς κινδύνους.
然而,巴比伦人贝莱西斯声称神灵向他们昭示,在经历劳苦和灾难之后,必将引导他们的计划走向成功;他还在其他方面做了适切的鼓励,说服了所有人继续坚守,面临危险。
§2.25.6γενομένης οὖν τρίτης παρατάξεως πάλιν ὁ βασιλεὺς ἐνίκησε, καὶ τῆς τε παρεμβολῆς τῶν ἀποστατῶν ἐκυρίευσε καὶ τοὺς ἡττηθέντας ἐδίωξε μέχρι τῶν ὅρων τῆς Βαβυλωνίας· συνέβη δὲ καὶ τὸν Ἀρβάκην αὐτὸν λαμπρότατα κινδυνεύσαντα καὶ πολλοὺς ἀνελόντα τῶν Ἀσσυρίων γενέσθαι τραυματίαν.
因此,当第三次会战发生时,国王再次获胜,不仅攻占了叛乱者的营地,还将战败者一路追击到巴比伦的边境;而阿尔巴克斯本人虽表现得极为英勇、杀死了许多亚述人,但也受了伤。
§2.25.7τηλικούτων δʼ ἐλαττωμάτων κατὰ τὸ συνεχὲς γινομένων τοῖς ἀφεστηκόσιν, οἱ τὰς ἡγεμονίας ἔχοντες ἀπελπίσαντες περὶ τῆς νίκης παρεσκευάζοντο διαχωρίζεσθαι πρὸς τοὺς οἰκείους ἕκαστοι τόπους.
由于反叛者连续遭受如此巨大的挫折,那些拥有指挥权的人对胜利感到绝望,开始准备各自撤回到自己的领地去。
§2.25.8ὁ δὲ Βέλεσυς ἐν ὑπαίθρῳ τὴν νύκτα διηγρυπνηκὼς καὶ περὶ τὴν τῶν ἄστρων παρατήρησιν φιλοτιμηθείς, ἔφησε τοῖς ἀπηλπικόσι τὰ πράγματα, ἂν πένθʼ ἡμέρας ἀναμείνωσιν, αὐτομάτην ἥξειν βοήθειαν καὶ μεταβολὴν ἔσεσθαι τῶν ὅλων παμμεγέθη εἰς τοὐναντίον·
然而,贝莱西斯在露天彻夜未眠,专心于观测星象。 他对那些对局势感到绝望的人说,如果他们再等待五天,援助就会自动到来,整个局势将发生极大的彻底逆转。
ταῦτα γὰρ ὁρᾶν διὰ τῆς τῶν ἄστρων ἐμπειρίας προσημαίνοντας αὐτοῖς τοὺς θεούς.
因为他宣称,自己通过星象学识,看到了神灵正向他们预示这些事情。
καὶ παρεκάλει ταύτας τὰς ἡμέρας μείναντας πεῖραν λαβεῖν τῆς ἰδίας τέχνης καὶ τῆς τῶν θεῶν εὐεργεσίας.
他恳请他们坚守这几天,以检验他自己的技艺和神灵的恩惠。

词汇与语法注释

  1. 2.25.1ἐλείφθησαν — 动词 λείπω 的被动不定过去时。在此处语境中,由“被留下”、“落后”转译为在战斗中“战败”。
  2. 2.25.2τοὺς κηρύξοντας — 未来主动分词(宾格、复数、阳性)。与前文的动词 προαπέστειλε(预先派遣)连用,表示行动的“目的”(派遣他们去宣告)。
  3. 2.25.5τοὺς θεοὺς αὐτοῖς σημαίνειν ... ἄξειν — 由分词 φήσας 引导的间接引语。宾格 τοὺς θεοὺς 是 σημαίνειν 的逻辑主语,而将来时不定式 ἄξειν 构成了 σημαίνειν(昭示)的内容(即“神灵将引导[计划]走向成功”)。
  4. 2.25.6συνέβη δὲ καὶ τὸν Ἀρβάκην αὐτὸν ... γενέσθαι τραυματίαν — 无人称动词 συνέβη(结果是……、发生……)支配带宾格的不定式结构(τὸν Ἀρβάκην ... γενέσθαι τραυματίαν)。其中插入的分词短语(κινδυνεύσαντα...)也采用宾格以与 Arbákēn 一致。
  5. 2.25.8ταῦτα γὰρ ὁρᾶν ... προσημαίνοντας αὐτοῖς τοὺς θεούς — 不定式 ὁρᾶν(看见)是依附于 ἔφησε 的间接引语的一部分,其主语(贝莱西斯)被省略。它以宾格名词(τοὺς θεοὺς)与分词(προσημαίνοντας)构成的知觉动词补足语结构(“看见神灵正预示着”)作为其宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.25.1-2.25.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.25.1-2.25.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。