§2.21.1μετὰ δὲ τὸν ταύτης θάνατον Νινύας ὁ Νίνου καὶ Σεμιράμιδος υἱὸς παραλαβὼν τὴν ἀρχὴν ἦρχεν εἰρηνικῶς, τὸ φιλοπόλεμον καὶ κεκινδυνευμένον τῆς μητρὸς οὐδαμῶς ζηλώσας.
在她死后,尼诺斯与塞弥拉弥斯之子尼纽亚斯继承了王位,他采取和平的统治方式,绝不效仿母亲那种好战且冒险的性格。
§2.21.2πρῶτον μὲν γὰρ ἐν τοῖς βασιλείοις τὸν ἅπαντα χρόνον διέτριβεν, ὑπʼ οὐδενὸς ὁρώμενος πλὴν τῶν παλλακίδων καὶ τῶν περὶ αὐτὸν εὐνούχων, ἐζήλου δὲ τρυφὴν καὶ ῥᾳθυμίαν καὶ τὸ μηδέποτε κακοπαθεῖν μηδὲ μεριμνᾶν, ὑπολαμβάνων βασιλείας εὐδαίμονος εἶναι τέλος τὸ πάσαις χρῆσθαι ταῖς ἡδοναῖς ἀνεπικωλύτως.
因为首先,他将所有时间都消磨在深宫之中,除了嫔妃和身边的官宦外,不为任何人所见,他追求奢华、安逸,以及免于一切劳苦和忧虑,认为幸福王权的终极目的就是毫无阻碍地享受一切享乐。
§2.21.3πρὸς δὲ τὴν ἀσφάλειαν τῆς ἀρχῆς καὶ τὸν κατὰ τῶν ἀρχομένων γινόμενον φόβον κατʼ ἐνιαυτὸν μετεπέμπετο στρατιωτῶν ἀριθμὸν ὡρισμένον καὶ στρατηγὸν ἀπὸ ἔθνους ἑκάστου, §2.21.4καὶ τὸ μὲν ἐκ πάντων ἀθροισθὲν στράτευμα ἐκτὸς τῆς πόλεως συνεῖχεν, ἑκάστου τῶν ἐθνῶν τὸν εὐνούστατον τῶν περὶ αὑτὸν ἀποδεικνύων ἡγεμόνα· τοῦ δʼ ἐνιαυτοῦ διελθόντος μετεπέμπετο πάλιν ἀπὸ τῶν ἐθνῶν τοὺς ἴσους στρατιώτας, καὶ τοὺς προτέρους ἀπέλυεν εἰς τὰς πατρίδας.
然而,为了统治的安全以及在被统治者中树立威惧,他每年都会从每个民族中征召固定数量的士兵和一名将军,并将从各族中聚集起来的军队驻扎在城外,指派自己身边最忠诚的人担任每个民族军队的指挥官;当一年过去后,他会再次从各族中征召同等数量的士兵,并将先前的士兵遣送回本乡。
§2.21.5οὗ συντελουμένου συνέβαινε τοὺς ὑπὸ τὴν βασιλείαν τεταγμένους ἅπαντας καταπεπλῆχθαι, θεωροῦντας ἀεὶ μεγάλας δυνάμεις ἐν ὑπαίθρῳ στρατοπεδευομένας καὶ τοῖς ἀφισταμένοις ἢ μὴ §2.21.6πειθαρχοῦσιν ἑτοίμην οὖσαν τιμωρίαν.
随着这一制度的推行,所有臣服于王权之下的人们无不深感畏惧,因为他们目睹大军始终驻扎在野外,并且对于叛乱或不服从者,惩罚早已准备就绪。
τὰς δὲ κατʼ ἐνιαυτὸν ἀλλαγὰς τῶν στρατιωτῶν ἐπενόησεν, ἵνα πρὶν ἢ καλῶς γνωσθῆναι τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους ἅπαντας ὑπʼ ἀλλήλων, ἕκαστος εἰς τὴν ἰδίαν διαχωρίζηται πατρίδα· ὁ γὰρ πολὺς χρόνος τῆς στρατείας ἐμπειρίαν τε τῶν κατὰ τὸν πόλεμον καὶ φρόνημα τοῖς ἡγεμόσι περιτίθησι, καὶ τὸ πλεῖστον ἀφορμὰς παρέχεται μεγάλας πρὸς ἀπόστασιν καὶ συνωμοσίαν κατὰ τῶν ἡγουμένων.
他设计这种士兵的年度轮换,是为了在将军们和所有其他人彼此熟识之前,让每个人都返回各自的故乡;因为长期的军旅生涯既赋予指挥官们战争经验,又滋长其骄横之心,尤其是,这为针对统治者的叛乱和阴谋提供了极大的契机。
§2.21.7τὸ δὲ μηδʼ ὑφʼ ἑνὸς τῶν ἔξωθεν θεωρεῖσθαι τῆς μὲν περὶ αὐτὸν τρυφῆς ἄγνοιαν παρείχετο πᾶσι, καθάπερ δὲ θεὸν ἀόρατον διὰ τὸν φόβον ἕκαστος οὐδὲ λόγῳ βλασφημεῖν ἐτόλμα.
此外,不被任何外界之人看见,使众人对他身边的奢华一无所知,由于畏惧,每个人就像对待看不见的神明一样,甚至不敢在言语上对他进行毁谤。
στρατηγοὺς δὲ καὶ σατράπας καὶ διοικητάς, ἔτι δὲ δικαστὰς καθʼ ἕκαστον ἔθνος ἀποδείξας καὶ τἄλλα πάντα διατάξας ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν, τὸν τοῦ ζῆν χρόνον κατέμεινεν ἐν τῇ Νίνῳ.
在为每个民族指派了将军、总督、财政官以及法官,并按他认为有利的方式安排好其他一切事务后,他在尼诺斯度过了余生。
§2.21.8παραπλησίως δὲ τούτῳ καὶ οἱ λοιποὶ βασιλεῖς, παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν ἀρχήν, ἐπὶ γενεὰς τριάκοντα ἐβασίλευσαν μέχρι Σαρδαναπάλλου· ἐπὶ τούτου γὰρ ἡ τῶν Ἀσσυρίων ἡγεμονία μετέπεσεν εἰς Μήδους, ἔτη διαμείνασα πλείω τῶν χιλίων καὶ τριακοσίων, καθάπερ φησὶ Κτησίας ὁ Κνίδιος ἐν τῇ δευτέρᾳ βίβλῳ.
与他相似,其余的国王们也由子承父业袭其王位,历经三十代统治,直至萨尔达那帕洛斯;因为在他统治时期,亚述人的霸权转移到了米底人手中,这股霸权延续了一千三百多年,正如克尼多斯的克特西亚斯在第二卷中所说的那样。