Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.20.1-2.20.5

塞弥拉弥斯的结局与妓女掌权的不同记载

第 120 段,共 406 段 · 希腊语

内容简介

记述了塞弥拉弥斯的两种结局:一种是她面对儿子的阴谋让位并消失(传说化为鸽子);另一种是她原本是美貌的妓女,通过说服国王让位五天而夺权并统治至晚年。

§2.20.1μετὰ δέ τινα χρόνον ὑπὸ Νινύου τοῦ οἱοῦ διʼ εὐνούχου τινὸς ἐπιβουλευθεῖσα, καὶ τὸ παρʼ Ἄμμωνος λόγιον ἀνανεωσαμένη, τὸν ἐπιβουλεύσαντα κακὸν οὐδὲν εἰργάσατο, τοὐναντίον δὲ τὴν βασιλείαν αὐτῷ παραδοῦσα καὶ τοῖς ὑπάρχοις ἀκούειν ἐκείνου προστάξασα, ταχέως ἠφάνισεν ἑαυτήν, ὡς εἰς θεοὺς κατὰ τὸν χρησμὸν μεταστησομένη.
此后不久,她遭到儿子尼纽亚斯通过某位宦官的阴谋陷害,在想起了阿蒙的神谕后,她对阴谋策划者未施加任何惩罚,相反,她将王位移交给他,并命令部下听从他的调遣,随后便迅速使自己消失,仿佛要按照神谕升天入神列。
§2.20.2ἔνιοι δὲ μυθολογοῦντές φασιν αὐτὴν γενέσθαι περιστεράν, καὶ πολλῶν ὀρνέων εἰς τὴν οἰκίαν καταπετασθέντων μετʼ ἐκείνων ἐκπετασθῆναι·
但有些人传说,她变成了一只鸽子,当许多鸟儿飞落到她的屋里时,她便随它们一起飞走了。
διὸ καὶ τοὺς Ἀσσυρίους τὴν περιστερὰν τιμᾶν ὡς θεόν, ἀπαθανατίζοντας τὴν Σεμίραμιν.
因此,亚述人将鸽子作为神明来崇敬,以此使塞弥拉弥斯永生。
αὕτη μὲν οὖν βασιλεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρόπον, βιώσασα μὲν ἔτη ἑξήκοντα δύο, βασιλεύσασα δὲ δύο πρὸς τοῖς τετταράκοντα.
就这样,统治了除印度以外的整个亚洲的她,以上述方式结束了一生,她活了六十二岁,统治了四十二年。
§2.20.3Κτησίας μὲν οὖν ὁ Κνίδιος περὶ Σεμιράμιδος τοιαῦθʼ ἱστόρηκεν· Ἀθήναιος δὲ καί τινες τῶν ἄλλων συγγραφέων φασὶν αὐτὴν ἑταίραν γεγονέναι εὐπρεπῆ, καὶ διὰ τὸ κάλλος ἐρωτικῶς ἔχειν αὐτῆς τὸν βασιλέα τῶν Ἀσσυρίων.
克尼多斯的克特西亚斯对塞弥拉弥斯的记述大致如此;但阿特奈奥斯和其他一些史家则说,她曾是一个美貌的妓女,因其美貌,亚述国王对她产生了情欲。
§2.20.4τὸ μὲν οὖν πρῶτον μετρίας αὐτὴν ἀποδοχῆς τυγχάνειν ἐν τοῖς βασιλείοις, μετὰ δὲ ταῦτα γνησίαν ἀναγορευθεῖσαν γυναῖκα πεῖσαι τὸν βασιλέα πένθʼ ἡμέρας αὐτῇ παραχωρῆσαι τῆς βασιλείας.
起初,她在宫中仅获得一般的接待,但此后,在被宣布为合法妻子后,她游说国王将王位让给她五天。
§2.20.5τὴν δὲ Σεμίραμιν ἀναλαβοῦσαν τό τε σκῆπτρον καὶ τὴν βασίλειον στολὴν κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐωχίαν ποιῆσαι καὶ μεγαλοπρεπῆ δεῖπνα, ἐν οἷς τοὺς τῶν δυνάμεων ἡγεμόνας καὶ πάντας τοὺς ἐπιφανεστάτους πεῖσαι συμπράττειν ἑαυτῇ·
而塞弥拉弥斯执掌了王笏,穿上了王室礼服,在第一天举行了宴会和豪华的晚宴,并在宴席上说服了军队的将领和所有最显赫的人与她合作。
τῇ δʼ ὑστεραίᾳ τοῦ τε πλήθους καὶ τῶν ἀξιολογωτάτων ἀνδρῶν ὡς βασίλισσαν θεραπευόντων τὸν μὲν ἄνδρα καταβαλεῖν εἰς τὴν εἱρκτήν, αὐτὴν δὲ φύσει μεγαλεπίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχήν, καὶ μέχρι γήρως βασιλεύσασαν πολλὰ καὶ μεγάλα κατεργάσασθαι.
次日,在群众和最显贵的人们将她作为女王来奉事时,她将丈夫投入了监狱,而她自己因天性雄心勃勃且胆大妄为,夺取了政权,并统治至晚年,成就了许多伟大的功业。
περὶ μὲν οὖν τῶν κατὰ Σεμίραμιν τοιαύτας ἀντιλογίας εἶναι συμβαίνει παρὰ τοῖς συγγραφεῦσι.
因此,关于塞弥拉弥斯的事迹,在史家之间确实存在着这样的分歧。

词汇与语法注释

  1. 2.20.1ἐπιβουλευθεῖσα — 不定过去时被动分词,阴性单数主格,修饰主语(塞弥拉弥斯)。它带受动标志 ὑπὸ Νινύου(由尼纽亚斯)和介词短语 διʼ εὐνούχου τινὸς(通过某位宦官),表示她遭到阴谋陷害的背景。
  2. 2.20.1ὡς εἰς θεοὺς κατὰ τὸν χρησμὸν μεταστησομένη — 粒子 ὡς 配合将来时分词(μεταστησομένη)表示行为者的主观目的、意图或借口(“仿佛要升入神列”)。
  3. 2.20.2ἀπαθανατίζοντας — 现在时活动分词,阳性复数宾格,修饰前面的宾格主语 τοὺς Ἀσσυρίους,描述他们将塞弥拉弥斯神格化(使之永生)的附加状态或行为。
  4. 2.20.3ἐρωτικῶς ἔχειν αὐτῆς τὸν βασιλέα τῶν Ἀσσυρίων — 由 φασίν 引导的间接引语宾格加不定式结构。动词 ἔχω 与副词 ἐρωτικῶς 连用表示“处于情欲的状态”(即恋爱)。属格 αὐτῆς 作宾格性属格,表示这一情欲的对象(“对她”)。
  5. 2.20.5τοῦ τε πλήθους καὶ τῶν ἀξιολογωτάτων ἀνδρῶν ὡς βασίλισσαν θεραπευόντων — 属格独立结构(τοῦ πλήθους... θεραπευόντων),表示时间背景(“当群众……奉事时”)。其中的 ὡς 表示塞弥拉弥斯的身份或资格(“作为女王”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.20.1-2.20.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.20.1-2.20.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。