Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.22.1-2.22.5

亚述遣军援救特洛伊与门农出征

第 122 段,共 406 段 · 希腊语

内容简介

虽然大多数亚述国王没有留下值得记录的事迹,但历史记载了提托诺斯之子门农在亚述国王的命令下率领强大盟军援助特洛伊的传说。

§2.22.1τὰ δʼ ὀνόματα πάντα τῶν βασιλέων καὶ τὸ πλῆθος τῶν ἐτῶν ὧν ἕκαστος ἐβασίλευσεν οὐ κατεπείγει γράφειν διὰ τὸ μηδὲν ὑπʼ αὐτῶν πεπρᾶχθαι μνήμης ἄξιον.
所有这些国王的名字以及每个人统治的年数,并没有必要急于记录,因为他们没有做出任何值得纪念的事迹。
μόνη γὰρ τέτευχεν ἀναγραφῆς ἡ πεμφθεῖσα συμμαχία τοῖς Τρωσὶν ὑπʼ Ἀσσυρίων, §2.22.2ἧς ἐστρατήγει Μέμνων ὁ Τιθωνοῦ.
因为唯有亚述人派往援助特洛伊人的盟军,才得到了记载,这支军队由提托诺斯之子门农统帅。
Τευτάμου γὰρ βασιλεύοντος τῆς Ἀσίας, ὃς ἦν εἰκοστὸς ἀπὸ Νινύου τοῦ Σεμιράμιδος, φασὶ τοὺς μετʼ Ἀγαμέμνονος Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι, τὴν ἡγεμονίαν ἐχόντων τῆς Ἀσίας τῶν Ἀσσυρίων ἔτη πλείω τῶν χιλίων.
在塞弥拉弥斯之子尼纽亚斯之后的第二十代君主特乌塔莫斯统治亚洲期间,据说追随阿伽门农的希腊人对特洛伊发动了战争,而当时亚述人已经拥有亚洲的霸权一千多年。
καὶ τὸν μὲν Πρίαμον βαρυνόμενον τῷ πολέμῳ καὶ βασιλεύοντα τῆς Τρῳάδος, ὑπήκοον δʼ ὄντα τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πέμψαι πρὸς αὐτὸν πρεσβευτὰς περὶ βοηθείας· τὸν δὲ Τεύταμον μυρίους μὲν Αἰθίοπας, ἄλλους δὲ τοσούτους Σουσιανοὺς σὺν ἅρμασι διακοσίοις ἐξαποστεῖλαι, στρατηγὸν ἐπικαταστήσαντα Μέμνονα τὸν Τιθωνοῦ.
普利亚摩斯因战争而深感重荷,他统治着特罗阿德,且是亚述国王的附庸,便向他派遣了使节请求援助;特乌塔莫斯派遣了一万名埃塞俄比亚人和同等数量的苏萨人,以及两百辆战车,并任命提托诺斯之子门农为统帅。
§2.22.3καὶ τὸν μὲν Τιθωνόν, κατʼ ἐκείνους τοὺς χρόνους τῆς Περσίδος ὄντα στρατηγόν, εὐδοκιμεῖν παρὰ τῷ βασιλεῖ μάλιστα τῶν καθεσταμένων ἐπάρχων, τὸν δὲ Μέμνονα τὴν ἡλικίαν ἀκμάζοντα διαφέρειν ἀνδρείᾳ τε καὶ ψυχῆς λαμπρότητι.
当时担任波斯总督的提托诺斯,在所有被任命的省督中最为国王所器重,而正值壮年的门农则以英勇和高尚的精神而杰出。
οἰκοδομῆσαι δʼ αὐτὸν ἐπὶ τῆς ἄκρας τὰ ἐν Σούσοις βασίλεια τὰ διαμείναντα μέχρι τῆς Περσῶν ἡγεμονίας, κληθέντα δʼ ἀπʼ ἐκείνου Μεμνόνεια· κατασκευάσαι δὲ καὶ διὰ τῆς χώρας λεωφόρον ὁδὸν τὴν μέχρι τῶν νῦν χρόνων ὀνομαζομένην Μεμνόνειαν.
他在苏萨的城堡上建造了宫殿,该宫殿一直保存到波斯人统治时期,并因他而被称为“门农宫”;他还穿过该地区建造了一条大路,直到今天仍被称为“门农路”。
§2.22.4ἀμφισβητοῦσι δὲ καὶ οἱ περὶ τὴν Αἴγυπτον Αἰθίοπες, λέγοντες ἐν ἐκείνοις τοῖς τόποις γεγονέναι τὸν ἄνδρα τοῦτον, καὶ βασίλεια παλαιὰ δεικνύουσιν, ἃ μέχρι τοῦ νῦν ὀνομάζεσθαί §2.22.5φασι Μεμνόνεια.
但居住在埃及附近的埃塞俄比亚人也对此提出异议,称此人出生在他们的那些地方,并展示了一些古老的宫殿,他们说直到今天这些宫殿仍被称为 “门农宫”。
οὐ μὴν ἀλλὰ τοῖς Τρωσὶ λέγεται βοηθῆσαι τὸν Μέμνονα μετὰ δισμυρίων μὲν πεζῶν, ἁρμάτων δὲ διακοσίων· ὃν θαυμασθῆναί τε διʼ ἀνδρείαν καὶ πολλοὺς ἀνελεῖν ἐν ταῖς μάχαις τῶν Ἑλλήνων, τὸ δὲ τελευταῖον ὑπὸ Θετταλῶν ἐνεδρευθέντα κατασφαγῆναι· τοῦ δὲ σώματος τοὺς Αἰθίοπας ἐγκρατεῖς γενομένους κατακαῦσαί τε τὸν νεκρὸν καὶ τὰ ὀστᾶ πρὸς Τιθωνὸν ἀποκομίσαι.
无论如何,据说门农率领两万步兵和两百辆战车援助特洛伊人;他因英勇而备受赞赏,在战斗中消灭了许多希腊人,但最终被塞萨利亚人设伏杀害;埃塞俄比亚人夺回了他的遗体,将其火化,并将骨灰带回给提托诺斯。
περὶ μὲν οὖν Μέμνονος τοιαῦτʼ ἐν ταῖς βασιλικαῖς ἀναγραφαῖς ἱστορεῖσθαί φασιν οἱ βάρβαροι.
关于门农,蛮族人声称在皇家档案中记载了这样的历史。

词汇与语法注释

  1. 2.22.1διὰ τὸ μηδὲν ὑπʼ αὐτῶν πεπρᾶχθαι — 介词 διά 与带冠词的不定式(名词化不定式)属格 τὸ ... πεπρᾶχθαι 结合,表示原因(“因为……”)。完成时被动不定式的主语为宾格中性代词 μηδέν,行为者由 ὑπʼ αὐτῶν 表示。
  2. 2.22.2Τευτάμου γὰρ βασιλεύοντος — 由名词 Τευτάμου 和现在分词 βασιλεύοντος 构成的属格独立结构(时间),意为“当特乌塔莫斯统治时”。
  3. 2.22.2πέμψαι — 由前文的 φασί(据说)支配的宾格不定式(AcI)结构。逻辑主语是宾格的 τὸν μὲν Πρίαμον,构成间接引语的延续叙述(“据说普利亚摩斯派遣了……”)。后续的 τὸν δὲ Τεύταμον ... ἐξαποστεῖλαι 也具有相同的结构。
  4. 2.22.5ὑπὸ Θετταλῶν ἐνεδρευθέντα — 不定过去时被动分词 ἐνεδρευθέντα(宾格单数阳性)修饰 τὸν Μέμνονα(受 λέγεται 支配的不定式逻辑主语)。施事者由 ὑπό +属格(ὑπὸ Θετταλῶν)表示,指代塞萨利亚人(如阿基琉斯等)的伏击。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.22.1-2.22.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.22.1-2.22.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。