Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.21.1-2.21.8

ニニュアスの平和統治と兵制の創設

121 / 406 箇所 · ギリシア語

要旨

ニニュアスは母の好戦的な生き方を継がず、贅沢に耽りつつも、毎年各民族の兵を交代させて謀反を防ぐ制度を考案し、宮廷から出ることなく平和的に統治し、その統治様式は後の王たちへと受け継がれた。

§2.21.1μετὰ δὲ τὸν ταύτης θάνατον Νινύας ὁ Νίνου καὶ Σεμιράμιδος υἱὸς παραλαβὼν τὴν ἀρχὴν ἦρχεν εἰρηνικῶς, τὸ φιλοπόλεμον καὶ κεκινδυνευμένον τῆς μητρὸς οὐδαμῶς ζηλώσας.
彼女の死後、ニノスとセミラミスの息子ニニュアスが王位を受け継ぎ、母の戦争好きで危険を冒す態度をまったく模倣することなく、平和的に統治した。
§2.21.2πρῶτον μὲν γὰρ ἐν τοῖς βασιλείοις τὸν ἅπαντα χρόνον διέτριβεν, ὑπʼ οὐδενὸς ὁρώμενος πλὴν τῶν παλλακίδων καὶ τῶν περὶ αὐτὸν εὐνούχων, ἐζήλου δὲ τρυφὴν καὶ ῥᾳθυμίαν καὶ τὸ μηδέποτε κακοπαθεῖν μηδὲ μεριμνᾶν, ὑπολαμβάνων βασιλείας εὐδαίμονος εἶναι τέλος τὸ πάσαις χρῆσθαι ταῖς ἡδοναῖς ἀνεπικωλύτως.
というのも、第一に、彼はすべての時間を宮廷で過ごし、側室たちや身の回りの宦官たち以外の誰からも見られることがなく、贅沢や怠惰、そして決して苦労せず心配もしないことを追求していた。 彼は、幸福な王治の目的とは、すべての快楽を妨げられることなく享受することであると考えていたからである。
§2.21.3πρὸς δὲ τὴν ἀσφάλειαν τῆς ἀρχῆς καὶ τὸν κατὰ τῶν ἀρχομένων γινόμενον φόβον κατʼ ἐνιαυτὸν μετεπέμπετο στρατιωτῶν ἀριθμὸν ὡρισμένον καὶ στρατηγὸν ἀπὸ ἔθνους ἑκάστου,
しかし、支配の安全と、被支配者たちの間に生じる恐怖のために、彼は毎年、各民族から一定数の兵士と将軍を召集した。
§2.21.4καὶ τὸ μὲν ἐκ πάντων ἀθροισθὲν στράτευμα ἐκτὸς τῆς πόλεως συνεῖχεν, ἑκάστου τῶν ἐθνῶν τὸν εὐνούστατον τῶν περὶ αὑτὸν ἀποδεικνύων ἡγεμόνα·
そして、すべてから集められた軍隊を都市の外にとどめ、各民族に対して、自分の身の回りの者たちのうち最も忠実な者を指揮官として任命した。
τοῦ δʼ ἐνιαυτοῦ διελθόντος μετεπέμπετο πάλιν ἀπὸ τῶν ἐθνῶν τοὺς ἴσους στρατιώτας, καὶ τοὺς προτέρους ἀπέλυεν εἰς τὰς πατρίδας.
そして1年が過ぎると、再び各民族から同数の兵士を召集し、以前の兵士たちを故郷へと帰した。
§2.21.5οὗ συντελουμένου συνέβαινε τοὺς ὑπὸ τὴν βασιλείαν τεταγμένους ἅπαντας καταπεπλῆχθαι, θεωροῦντας ἀεὶ μεγάλας δυνάμεις ἐν ὑπαίθρῳ στρατοπεδευομένας καὶ τοῖς ἀφισταμένοις ἢ μὴ §2.21.6πειθαρχοῦσιν ἑτοίμην οὖσαν τιμωρίαν.
これが実行されることによって、王の支配下に置かれたすべての者が、大軍が常に野外に駐屯しているのを目にし、反乱を起こす者や従わない者に対して罰が準備されているのを知って、畏怖することとなった。
τὰς δὲ κατʼ ἐνιαυτὸν ἀλλαγὰς τῶν στρατιωτῶν ἐπενόησεν, ἵνα πρὶν ἢ καλῶς γνωσθῆναι τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους ἅπαντας ὑπʼ ἀλλήλων, ἕκαστος εἰς τὴν ἰδίαν διαχωρίζηται πατρίδα·
また、兵士たちの毎年の交代を彼が考案したのは、将軍たちやその他のすべての者が互いに親しく知るようになる前に、各自が自分の故郷へと分かれて帰るようにするためであった。
ὁ γὰρ πολὺς χρόνος τῆς στρατείας ἐμπειρίαν τε τῶν κατὰ τὸν πόλεμον καὶ φρόνημα τοῖς ἡγεμόσι περιτίθησι, καὶ τὸ πλεῖστον ἀφορμὰς παρέχεται μεγάλας πρὸς ἀπόστασιν καὶ συνωμοσίαν κατὰ τῶν ἡγουμένων.
なぜなら、軍務の期間が長くなることは、指揮官たちに戦争の経験と不遜な自負心を与え、さらに、統治者に対する反乱や陰謀の大きな機会を何よりも多く提供するからである。
§2.21.7τὸ δὲ μηδʼ ὑφʼ ἑνὸς τῶν ἔξωθεν θεωρεῖσθαι τῆς μὲν περὶ αὐτὸν τρυφῆς ἄγνοιαν παρείχετο πᾶσι, καθάπερ δὲ θεὸν ἀόρατον διὰ τὸν φόβον ἕκαστος οὐδὲ λόγῳ βλασφημεῖν ἐτόλμα.
また、外部の者の誰からも見られないことは、彼の身の回りの贅沢についてすべての人を無知なままにし、目に見えない神のように、人々は恐怖のゆえに、言葉においてさえ彼を非難することをあえてしなかった。
στρατηγοὺς δὲ καὶ σατράπας καὶ διοικητάς, ἔτι δὲ δικαστὰς καθʼ ἕκαστον ἔθνος ἀποδείξας καὶ τἄλλα πάντα διατάξας ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν, τὸν τοῦ ζῆν χρόνον κατέμεινεν ἐν τῇ Νίνῳ.
彼は将軍、サトラップ、財務官、さらに裁判官を各民族に任命し、その他すべてのことを自分にとって有益と思われるように配置した上で、生涯の時間をニノスで過ごした。
§2.21.8παραπλησίως δὲ τούτῳ καὶ οἱ λοιποὶ βασιλεῖς, παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν ἀρχήν, ἐπὶ γενεὰς τριάκοντα ἐβασίλευσαν μέχρι Σαρδαναπάλλου·
彼と同様に、残りの王たちも、子が父から王位を引き継ぎながら、サルダナパロスに至るまで三十世代にわたって統治した。
ἐπὶ τούτου γὰρ ἡ τῶν Ἀσσυρίων ἡγεμονία μετέπεσεν εἰς Μήδους, ἔτη διαμείνασα πλείω τῶν χιλίων καὶ τριακοσίων, καθάπερ φησὶ Κτησίας ὁ Κνίδιος ἐν τῇ δευτέρᾳ βίβλῳ.
というのも、この王の時代にアッシリア人の覇権はメディア人に移ったからであり、それは千三百余年の間存続した後のことであった。 これは、クニドスのクテシアスが第二巻で述べている通りである。

語釈・文法注

  1. 2.21.1τὸ φιλοπόλεμον καὶ κεκινδυνευμένον — 中性単数形容詞 `τὸ φιλοπόλεμον` と中性単数完了受動分詞 `τὸ κεκινδυνευμένον` が冠詞によって名詞化され、「好戦的な態度と危険を顧みないこと(冒険心)」という抽象名詞の役割を果たしている。`τῆς μητρὸς` はこれらに係る所有属格である。
  2. 2.21.2βασιλείας εὐδαίμονος εἶναι τέλος — 動詞 `ὑπολαμβάνων`(〜と考えて)の目的語となる対格不定詞(A.C.I.)構文。不定詞 `εἶναι` の意味上の主語は冠詞付き不定詞句である `τὸ χρῆσθαι`(〜を享受すること)であり、`τέλος`(目的、終わり)がその述語。`βασιλείας εὐδαίμονος` は `τέλος` に係る所有属格である。
  3. 2.21.5τοῖς ἀφισταμένοις ἢ μὴ πειθαρχοῦσιν ἑτοίμην οὖσαν τιμωρίαν — 主節の分詞 `θεωροῦντας` の直接目的語となる分詞を伴う対格(対格分詞構文)。`τιμωρίαν` が対格の主語のように機能し、分詞 `οὖσαν` とその述語形容詞 `ἑτοίμην`(準備ができている)を伴って、「〜に対して罰が準備されていること(を目の当たりにして)」という意味を表す。`τοῖς ἀφισταμένοις...` は与格で、`ἑτοίμην`(または `τιμωρίαν`)に係る。
  4. 2.21.6πρὶν ἢ καλῶς γνωσθῆναι — 接続詞 `πρὶν ἤ`(〜する前に)に受動不定詞 `γνωσθῆναι` が続く構文。対格の `τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους ἅπαντας` が不定詞の意味上の主語(対格主語)として機能している。
  5. 2.21.7τὸ δὲ μηδʼ ὑφʼ ἑνὸς τῶν ἔξωθεν θεωρεῖσθαι — 冠詞付きの現在受動不定詞 `τὸ ... θεωρεῖσθαι` が文全体の主語として機能している。「外部の者の誰からも見られないこと」を意味し、動詞 `παρείχετο`(もたらした)の主語である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.21.1-2.21.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.21.1-2.21.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。