§2.17.1ἐπεὶ δʼ αἵ τε νῆες καὶ τὰ θηρία κατεσκευάσθησαν ἐν τοῖς δυσὶν ἔτεσι, τῷ τρίτῳ μετεπέμψατο τὰς πανταχόθεν δυνάμεις εἰς τὴν Βακτριανήν.
在两年内,当船只和模拟野兽都制作完毕后,第三年她将各地的军队召集到巴克特里亚。
τὸ δὲ πλῆθος τῆς ἀθροισθείσης στρατιᾶς ἦν, ὡς Κτησίας ὁ Κνίδιος ἀνέγραψε, πεζῶν μὲν τριακόσιαι μυριάδες, ἱππέων δὲ εἴκοσι μυριάδες, ἁρμάτων δὲ δέκα μυριάδες.
据克尼多斯的克特西亚斯记载,集结的军队数量为步兵三百万、骑兵二十万、战车十万。
§2.17.2ὑπῆρχον δὲ καὶ ἄνδρες ἐπὶ καμήλων ὀχούμενοι, μαχαίρας τετραπήχεις ἔχοντες, τὸν ἀριθμὸν ἴσοι τοῖς ἅρμασι.
还有骑在骆驼上的士兵,手持四肘长的长剑,数量与战车相等。
ναῦς δὲ ποταμίας κατεσκεύασε διαιρετὰς δισχιλίας, αἷς παρεσκευάσατο καμήλους τὰς πεζῇ παρακομιζούσας τὰ σκάφη.
她建造了两千艘可拆卸的河船,并为此准备了用陆路运送这些船只的骆驼。
ἐφόρουν δὲ καὶ τὰ τῶν ἐλεφάντων εἴδωλα κάμηλοι, καθότι προείρηται· πρὸς δʼ αὐτὰς τοὺς ἵππους οἱ στρατιῶται συνάγοντες συνήθεις ἐποίουν τοῦ μὴ φοβεῖσθαι τὴν ἀγριότητα τῶν θηρίων.
骆驼也驮着象的模型,正如前文所说;士兵们让马匹靠近它们,使其习惯而不惧怕这些野兽的凶猛。
§2.17.3τὸ παραπλήσιον δὲ πολλοῖς ἔτεσιν ὕστερον ἔπραξε Περσεὺς ὁ τῶν Μακεδόνων βασιλεύς, ὅτε πρὸς Ῥωμαίους ἔμελλε διακινδυνεύειν ἔχοντας ἐκ Λιβύης ἐλέφαντας.
许多年以后,马其顿国王珀尔修斯在准备与拥有来自利比亚战象的罗马人决战时,也做了极其相似的事。
ἀλλʼ οὔτʼ ἐκείνῳ ῥοπὴν ἐνεγκεῖν εἰς τὸν πόλεμον συνέβη τὴν περὶ τὰ τοιαῦτα σπουδὴν καὶ φιλοτεχνίαν οὔτε Σεμιράμιδι· περὶ ὧν ἀκριβέστερον ὁ προϊὼν λόγος δηλώσει.
然而,在这种事情上的热忱与巧思,既没有给那个人、也没有给塞弥拉弥斯在战争中带来决定性的力量;关于这些事情,后文将有更精确的说明。
§2.17.4ὁ δὲ τῶν Ἰνδῶν βασιλεὺς Σταβροβάτης πυνθανόμενος τά τε μεγέθη τῶν ὀνομαζομένων δυνάμεων καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν πόλεμον παρασκευῆς, ἔσπευδεν ἐν ἅπασιν ὑπερθέσθαι τὴν Σεμίραμιν.
另一方面,印度国王斯塔布罗巴特斯在得知传闻中军队的规模以及战争准备的庞大程度后,急于在一切方面超越塞弥拉弥斯。
§2.17.5καὶ πρῶτον μὲν ἐκ τοῦ καλάμου κατεσκεύασε πλοῖα ποτάμια τετρακισχίλια· ἡ γὰρ Ἰνδικὴ παρά τε τοὺς ποταμοὺς καὶ τοὺς ἑλώδεις τόπους φέρει καλάμου πλῆθος, οὗ τὸ πάχος οὐκ ἂν ῥᾳδίως ἄνθρωπος περιλάβοι· λέγεται δὲ καὶ τὰς ἐκ τούτων κατασκευαζομένας ναῦς διαφόρους κατὰ τὴν χρείαν ὑπάρχειν, §2.17.6οὔσης ἀσήπτου ταύτης τῆς ὕλης.
首先,他用芦苇建造了四千艘河船;因为印度在河流和沼泽地带生长着大量的芦苇,其粗壮程度是人无法轻易合抱的;据说用这些芦苇建造的船只在实用上非常优良,因为这种木料具有不腐烂的特性。
ποιησάμενος δὲ καὶ τῆς τῶν ὅπλων κατασκευῆς πολλὴν ἐπιμέλειαν καὶ πᾶσαν ἐπελθὼν τὴν Ἰνδικὴν ἤθροισε δύναμιν πολὺ μείζονα τῆς Σεμιράμιδι συναχθείσης.
在对武器制造投入了极大的关注并走遍整个印度之后,他集结了一支远比塞弥拉弥斯所召集的更为庞大的军队。
§2.17.7ποιησάμενος δὲ καὶ τῶν ἀγρίων ἐλεφάντων θήραν καὶ πολλαπλασιάσας τοὺς προϋπάρχοντας, ἐκόσμησεν ἅπαντας τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς λαμπρῶς· §2.17.8διὸ %5καὶ συνέβαινε κατὰ τὴν ἔφοδον αὐτῶν διά τε τὸ πλῆθος καὶ τὴν ἐπὶ τῶν θωρακίων κατασκευὴν ἀνυπόστατον %5ἀνθρωπίνῃ φύσει φαίνεσθαι τὴν ἐπιφάνειαν.
他还对野生大象进行了猎捕,使原有的象群数量翻了数倍,并用战争中令人震慑的装备将它们全部华丽地装饰起来;因此,在它们进攻时,由于数量巨大以及象鞍(胸壁)的构造,其外观在人类本能看来显得无法抵挡。