Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.18.1-2.18.8

塞弥拉弥斯渡河与象群伪装败露

第 118 段,共 406 段 · 希腊语

内容简介

印度国王斯塔布罗巴特斯致信责难并侮辱塞弥拉弥斯,但塞弥拉弥斯在河战中击败印度军队并成功渡河。然而,塞弥拉弥斯军中因玩忽职守而逃亡的士兵向印度人揭露了象群模型的骗局。

§2.18.1ἐπεὶ δʼ αὐτῷ πάντα τὰ πρὸς τὸν πόλεμον κατεσκεύαστο, πρὸς τὴν Σεμίραμιν καθʼ ὁδὸν οὖσαν ἀπέστειλεν ἀγγέλους, ἐγκαλῶν ὅτι προκατάρχεται τοῦ πολέμου μηδὲν ἀδικηθεῖσα· πολλὰ δὲ καὶ ἄρρητα κατʼ αὐτῆς ὡς ἑταίρας βλασφημήσας διὰ τῶν γραμμάτων καὶ θεοὺς ἐπιμαρτυράμενος, ἠπείλει καταπολεμήσας αὐτὴν σταυρῷ προσηλώσειν.
当一切战争准备都在他那里就绪后,他派使者前去会见正在行军途中的塞弥拉弥斯,指责她在未受任何侵害的情况下挑起战争;并在信中对她肆意进行许多难以言表的诽谤,称她为娼妓,并请神明作证,威胁说一旦打败她,就要把她钉在十字架上。
§2.18.2ἡ δὲ Σεμίραμις ἀναγνοῦσα τὴν ἐπιστολὴν καὶ καταγελάσασα τῶν γεγραμμένων, διὰ τῶν ἔργων ἔφησε τὸν Ἰνδὸν πειράσεσθαι τῆς περὶ αὐτὴν ἀρετῆς.
而塞弥拉弥斯读罢来信,对信中内容付之一笑,宣称印度国王将通过实际行动来领教她的武勇。
ἐπεὶ δὲ προάγουσα μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰνδὸν ποταμὸν παρεγενήθη, κατέλαβε τὰ τῶν πολεμίων πλοῖα πρὸς μάχην ἕτοιμα.
当她率领军队进军到印度斯河(印度河)畔时,发现敌人的船只已严阵以待。
§2.18.3διόπερ καὶ αὐτὴ καταρτίσασα ταχέως τὰς ναῦς καὶ πληρώσασα τῶν κρατίστων ἐπιβατῶν συνεστήσατο κατὰ τὸν ποταμὸν ναυμαχίαν, συμφιλοτιμουμένων καὶ τῶν παρεμβεβληκότων παρὰ τὸ ῥεῖθρον πεζῶν.
因此,她自己也迅速整顿船只,让最精锐的战士登船,在河上展开了水战,而驻扎在河岸旁的步兵也争先恐后地协助战斗。
§2.18.4ἐπὶ πολὺν δὲ χρόνον τοῦ κινδύνου παρατείνοντος καὶ προθύμως ἑκατέρων ἀγωνισαμένων, τὸ τελευταῖον ἡ Σεμίραμις ἐνίκησε καὶ διέφθειρε τῶν πλοίων περὶ χίλια, συνέλαβε δʼ αἰχμαλώτους μαλώτους οὐκ ὀλίγους.
战斗相持了很久,双方都英勇奋战,最终塞弥拉弥斯赢得了胜利,摧毁了大约一千艘敌船,并俘获了为数不少的战俘。
§2.18.5ἐπαρθεῖσα δὲ τῇ νίκῃ τὰς ἐν τῷ ποταμῷ νήσους καὶ πόλεις ἐξηνδραποδίσατο, καὶ συνήγαγεν αἰχμαλώτων σωμάτων ὑπὲρ τὰς δέκα μυριάδας.
她因胜利而士气大振,奴役了河中的岛屿和城市,并聚集了十万以上的俘虏。
μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Ἰνδῶν βασιλεὺς ἀπήγαγε τὴν δύναμιν ἀπὸ τοῦ ποταμοῦ, προσποιούμενος μὲν ἀναχωρεῖν διὰ φόβον, τῇ δʼ ἀληθείᾳ βουλόμενος τοὺς πολεμίους προτρέψασθαι διαβῆναι τὸν ποταμόν.
在此之后,印度国王将军队撤离了河流,表面上装作因恐惧而退却,实际上却希望诱使敌人渡过这条河。
§2.18.6ἡ δὲ Σεμίραμις, κατὰ νοῦν αὐτῇ τῶν πραγμάτων προχωρούντων, ἔζευξε τὸν ποταμὸν κατασκευάσασα πολυτελῆ καὶ μεγάλην γέφυραν, διʼ ἧς ἅπασαν διακομίσασα τὴν δύναμιν ἐπὶ μὲν τοῦ ζεύγματος φυλακὴν κατέλιπεν ἀνδρῶν ἑξακισμυρίων, τῇ δʼ ἄλλῃ στρατιᾷ προῆγεν ἐπιδιώκουσα τοὺς Ἰνδούς, προηγουμένων τῶν εἰδώλων, ὅπως οἱ τῷν πολεμίων κατάσκοποι τῷ βασιλεῖ ἀπαγγείλωσι τὸ πλῆθος τῶν παρʼ αὐτῇ θηρίων.
而塞弥拉弥斯因为事情正顺着她的心意发展,便建造了一座极其奢华而宏伟的大桥来连接河流,并通过它将全部军队运送过去;她在桥上留下了六万名守兵,自己则率领其余的军队追击印度人,并让那些象的模型走在最前面,好让敌方的侦察兵向国王报告她身边野兽数量的庞大。
§2.18.7οὐ διεψεύσθη δὲ κατά γε τοῦτο τῆς ἐλπίδος, ἀλλὰ τῶν ἐπὶ κατασκοπὴν ἐκπεμφθέντων τοῖς Ἰνδοῖς ἀπαγγελλόντων τὸ πλῆθος τῶν παρὰ τοῖς πολεμίοις ἐλεφάντων, ἅπαντες διηποροῦντο πόθεν αὐτῇ συνακολουθεῖ τοσοῦτο πλῆθος θηρίων.
她在这份期待上并未落空,相反,当那些被派去侦察的士兵向印度人报告敌军中大象的数量时,所有人都在疑惑,如此庞大的兽群究竟是从何处跟随她而来的。
§2.18.8οὐ μὴν ἔμεινέ γε τὸ ψεῦδος πλείω χρόνον κρυπτόμενον· τῶν γὰρ παρὰ τῇ Σεμιράμιδι στρατευομένων τινὲς κατελήφθησαν νυκτὸς ἐν τῇ στρατοπεδείᾳ ῥᾳθυμοῦντες τὰ περὶ τὰς φυλακάς· φοβηθέντες δὲ τὴν ἐπακολουθοῦσαν τιμωρίαν ηὐτομόλησαν πρὸς τοὺς πολεμίους καὶ τὴν κατὰ τοὺς ἐλέφαντας πλάνην ἀπήγγειλαν.
然而,谎言并没有掩盖太久;因为塞弥拉弥斯军中的一些士兵在夜间被发现在营地里玩忽守卫职责,由于害怕随之而来的惩罚,他们投奔了敌人,并报告了关于大象的骗局。
ἐφʼ οἷς θαρρήσας ὁ τῶν Ἰνδῶν βασιλεὺς καὶ τῇ δυνάμει διαγγείλας τὰ περὶ τῶν εἰδώλων, ἐπέστρεψεν ἐπὶ τοὺς Ἀσσυρίους διατάξας τὴν δύναμιν.
印度国王因此倍受鼓舞,在向他的军队传达了关于模型的真相后,便列阵转身迎击亚述人。

词汇与语法注释

  1. §2.18.1αὐτῷ — 与格代词 `αὐτῷ` 与过去完成时被动语态动词 `κατεσκεύαστο`(第三人称单数,主语为 `πάντα`)连用,用作表示行为者的与格(dative of agent)或利益相关的与格(dative of interest),指代印度国王斯塔布罗巴特斯。
  2. §2.18.5σωμάτων — 意为“身体、肉体”的 `σῶμα` 的复数属格形式,在此处用作转喻(metonymy),指代被俘虏的人口或奴隶的数量(人头数)。
  3. §2.18.8τὰ περὶ τὰς φυλακάς — 此对格短语与分词 `ῥᾳθυμοῦντες`(“玩忽、疏忽”)连用,作关系对格(或类似直接宾语的修饰语),说明他们是在“关于守卫(警戒)的事项上”表现出提防怠惰。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.18.1-2.18.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.18.1-2.18.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。