Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.16.1-2.16.10

塞弥拉弥斯的印度远征计划与仿制战象

第 116 段,共 406 段 · 希腊语

内容简介

塞弥拉弥斯计划远征富庶的印度,动员了庞大的军队,并秘密制作了由牛皮和骆驼构成的假战象,以对抗印度的象群。

§2.16.1ἡ δὲ Σεμίραμις καταστήσασα τά τε κατὰ τὴν Αἰθιοπίαν καὶ τὴν Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Βάκτρα τῆς Ἀσίας.
塞弥拉弥斯在平定了埃塞俄比亚和埃及的事务后,率领军队返回了亚洲的巴克特拉。
ἔχουσα δὲ δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα φιλοτίμως ἔσχε πρᾶξαί τι λαμπρὸν κατὰ πόλεμον.
她拥有强大的军队,并在享受了长期的和平之后,出于好胜心,热切地渴望在战争中建立某种辉煌的功勋。
§2.16.2πυνθανομένη δὲ τὸ τῶν Ἰνδῶν ἔθνος μέγιστον εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ πλείστην τε καὶ καλλίστην χώραν νέμεσθαι, διενοεῖτο στρατεύειν εἰς τὴν Ἰνδικήν, ἧς ἐβασίλευε μὲν Σταβροβάτης κατʼ ἐκείνους τοὺς χρόνους, στρατιωτῶν δʼ εἶχεν ἀναρίθμητον πλῆθος·
当她得知印度人是世界上最庞大的民族,占有着最广阔、最美丽的土地时,便计划远征印度。
ὑπῆρχον δʼ αὐτῷ καὶ ἐλέφαντες πολλοὶ καθʼ ὑπερβολὴν λαμπρῶς κεκοσμημένοι τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς.
当时,斯塔布罗巴特斯统治着该国,拥有无数的士兵;此外,他还拥有极多华丽装饰着战争中令人震慑的装备的战象。
§2.16.3ἡ γὰρ Ἰνδικὴ χώρα διάφορος οὖσα τῷ κάλλει καὶ πολλοῖς διειλημμένη ποταμοῖς ἀρδεύεταί τε πολλαχοῦ καὶ διττοὺς καθʼ ἕκαστον ἐνιαυτὸν ἐκφέρει καρπούς·
因为印度的土地美景绝伦,被多条河流所分割,处处得到灌溉,每年收获两季作物。
διὸ καὶ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων τοσοῦτον ἔχει πλῆθος ὥστε διὰ παντὸς ἄφθονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσθαι.
因此,它拥有如此丰富的生存必需品,以至于给当地居民提供了源源不断且丰足的享受。
λέγεται δὲ μηδέποτε κατʼ αὐτὴν γεγονέναι σιτοδείαν ἢ φθορὰν καρπῶν διὰ τὴν εὐκρασίαν τῶν τόπων.
据说,由于该地区气候温和,那里从未发生过饥荒或作物的欠收。
§2.16.4ἔχει δὲ καὶ τῶν ἐλεφάντων ἄπιστον πλῆθος, οἳ ταῖς τε ἀλκαῖς καὶ ταῖς τοῦ σώματος ῥώμαις πολὺ προέχουσι τῶν ἐν τῇ Λιβύῃ γινομένων, ὁμοίως δὲ χρυσόν, ἄργυρον, σίδηρον, χαλκόν·
那里还拥有数量难以置信的象群,它们在勇猛和体格强健上都远胜于产于利比亚的象。
πρὸς δὲ τούτοις λίθων παντοίων καὶ πολυτελῶν ἔστιν ἐν αὐτῇ πλῆθος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν πρὸς τρυφὴν καὶ πλοῦτον διατεινόντων.
同样,那里也出产金、银、铁、铜;此外,境内还有各种名贵的宝石,以及几乎所有其他与奢侈和财富相关的物品。
ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡ Σεμίραμις ἀκούσασα προήχθη μηδὲν προαδικηθεῖσα τὸν πρὸς Ἰνδοὺς ἐξενεγκεῖν πόλεμον.
塞弥拉弥斯听闻了这些细节后,尽管事先没有受到任何侵犯,但还是被驱使去向印度人发动战争。
§2.16.5ὁρῶσα δʼ αὑτὴν μεγάλων καθʼ ὑπερβολὴν προσδεομένην δυνάμεων, ἐξέπεμψεν ἀγγέλους εἰς ἁπάσας τὰς σατραπείας, διακελευσαμένη τοῖς ἐπάρχοις καταγράφειν τῶν νέων τοὺς ἀρίστους, δοῦσα τὸν ἀριθμὸν κατὰ τὰ μεγέθη τῶν ἐθνῶν·
她看到自己需要极其庞大的军队,便向所有的总督辖区派遣了使者,命令各地方长官征召最优秀的青年,并根据各民族的规模分配了征兵数目。
προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα.
她还命令所有人制造全新的全套盔甲,并在三年后,在所有其他方面都装配华丽地集结于巴克特拉。
§2.16.6μετεπέμψατο δὲ καὶ ναυπηγοὺς ἔκ τε Φοινίκης καὶ Συρίας καὶ Κύπρου καὶ τῆς ἄλλης τῆς παραθαλαττίου χώρας, οἷς ἄφθονον ὕλην μεταγαγοῦσα διεκελεύσατο κατασκευάζειν ποτάμια πλοῖα διαιρετά.
她还从腓尼基、叙利亚、塞浦路斯以及其他沿海地区召集了造船工匠,为他们运送了充足的木材,并命令他们建造可以拆卸的河船。
§2.16.7ὁ γὰρ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὴν βασιλείαν αὐτῆς ὁρίζων, πολλῶν προσεδεῖτο πλοίων πρός τε τὴν διάβασιν καὶ πρὸς τὸ τοὺς Ἰνδοὺς ἀπὸ τούτων ἀμύνασθαι· περὶ δὲ τὸν ποταμὸν οὐκ οὔσης ὕλης ἀναγκαῖον ἦν ἐκ τῆς Βακτριανῆς πεζῇ παρακομίζεσθαι τὰ πλοῖα.
因为印度河是该地区最大的河流,也是她王国的边界,无论是在渡河时,还是在从这些船上击退印度人时,都需要大量的船只;由于河流附近没有木材,因此必须通过陆路从巴克特里亚运送这些船只。
§2.16.8θεωροῦσα δʼ ἡ Σεμίραμις ἑαυτὴν ἐν τῇ τῶν ἐλεφάντων χρείᾳ πολὺ λειπομένην, ἐπενοήσατό κατασκευάζειν εἴδωλα τούτων τῶν ζῴων, ἐλπίζουσα καταπλήξεσθαι τοὺς Ἰνδοὺς διὰ τὸ νομίζειν αὐτοὺς μηδʼ εἶναι τὸ σύνολον ἐλέφαντας ἐκτὸς τῶν κατὰ τὴν Ἰνδικήν.
塞弥拉弥斯看到自己在象的保有上远远落后,便想出了制作这些动物的假模型的办法,希望能以此震慑印度人,因为她认为印度人以为除了印度境内的象以外,世界上根本没有任何象的存在。
§2.16.9ἐπιλέξασα δὲ βοῶν μελάνων τριάκοντα μυριάδας τὰ μὲν κρέα τοῖς τεχνίταις καὶ τοῖς πρὸς τὴν τῶν κατασκευασμάτων ὑπηρεσίαν τεταγμένοις διένειμε, τὰς δὲ βύρσας συρράπτουσα καὶ χόρτου πληροῦσα κατεσκεύασεν εἴδωλα, κατὰ πᾶν ἀπομιμουμένη τὴν τῶν ζῴων τούτων φύσιν.
她挑选了三十万头黑牛,将牛肉分给工匠和被指派负责建造模型的劳役人员,而将牛皮缝合在一起,填满干草,制成了假模型,在一切细节上都模仿了这些动物的自然形态。
ἕκαστον δὲ τούτων εἶχεν ἐντὸς ἄνδρα τὸν ἐπιμελησόμενον καὶ κάμηλον, ὑφʼ οὗ φερόμενον φαντασίαν τοῖς πόρρωθεν ὁρῶσιν ἀληθινοῦ θηρίου παρείχετο.
每一个模型内部都有一名负责操作的男子和一头骆驼,由骆驼驮着移动,从而给从远处看的人一种这是真野兽的幻觉。
§2.16.10οἱ δὲ ταῦτα κατασκευάζοντες αὐτῇ τεχνῖται προσεκαρτέρουν τοῖς ἔργοις ἔν τινι περιβόλῳ περιῳκοδομημένῳ καὶ πύλας ἔχοντι τηρουμένας ἐπιμελῶς, ὥστε μηδένα μήτε τῶν ἔσωθεν ἐξιέναι τεχνιτῶν μήτε τῶν ἔξωθεν εἰσιέναι πρὸς αὐτούς.
为她制作这些模型的工匠们在四周筑有围墙且大门受到严密看守的某一围地内专心工作,以至于内部的工匠无一人能外出,外部也无一人能进去接触他们。
τοῦτο δʼ ἐποίησεν, ὅπως μηδεὶς τῶν ἔξωθεν ἴδῃ τὸ γινόμενον μηδὲ διαπέσῃ φήμη πρὸς Ἰνδοὺς περὶ τούτων.
她这样做是为了不让任何外部的人看到正在发生的事情,也不让关于这些事情的传闻泄漏给印度人。

词汇与语法注释

  1. §2.16.1φιλοτίμως ἔσχε — 动词 ἔχω 与副词 φιλοτίμως 结合,表示“热切渴望”、“怀有雄心”,后接不定式 πρᾶξαι。
  2. §2.16.4μηδὲν προαδικηθεῖσα — προαδικηθεῖσα 是动词 προαδικέω(预先侵害、事先不公对待)的无定过去时被动分词阴性单数主格。此处带有让步语气,意为“尽管事先没有受到任何侵犯”。
  3. §2.16.7πρὸς τὸ τοὺς Ἰνδοὺς ἀπὸ τούτων ἀμύνασθαι — 这是 πρὸς τὸ 加不定式(ἀμύνασθαι)表示目的的结构。不定式的逻辑主语在上下文上是塞弥拉弥斯的军队,而对格 τοὺς Ἰνδοὺς 是 ἀμύνασθαι(击退、防御)的宾语。ἀπὸ τούτων(从这些[船]上)指的是在船上进行防御或反击。
  4. §2.16.8διὰ τὸ νομίζειν αὐτοὺς μηδʼ εἶναι τὸ σύνολον ἐλέφαντας ἐκτὸς τῶν κατὰ τὴν Ἰνδικήν — 这是表示原因的 διὰ τὸ 加不定式(νομίζειν)结构。对格 αὐτούς 是不定式 νομίζειν 的逻辑主语(指印度人)。而 νομίζειν 又带有一个间接陈述的不定式从句,其动词为 μηδʼ εἶναι(甚至不存在),主语为 ἐλέφαντας(象)。τὸ σύνολον 作副词使用,意为“完全、根本”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.16.1-2.16.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.16.1-2.16.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。