§2.17.1ἐπεὶ δʼ αἵ τε νῆες καὶ τὰ θηρία κατεσκευάσθησαν ἐν τοῖς δυσὶν ἔτεσι, τῷ τρίτῳ μετεπέμψατο τὰς πανταχόθεν δυνάμεις εἰς τὴν Βακτριανήν.
二年のうちに船と模擬の獣たちが製作されると、三年目に彼女はあらゆる場所から軍勢をバクトリアへと呼び寄せた。
τὸ δὲ πλῆθος τῆς ἀθροισθείσης στρατιᾶς ἦν, ὡς Κτησίας ὁ Κνίδιος ἀνέγραψε, πεζῶν μὲν τριακόσιαι μυριάδες, ἱππέων δὲ εἴκοσι μυριάδες, ἁρμάτων δὲ δέκα μυριάδες.
集結した軍勢の総数は、クニドスのクテシアスが記録したところによれば、歩兵が三百万、騎兵が二十万、戦車が十万であった。
§2.17.2ὑπῆρχον δὲ καὶ ἄνδρες ἐπὶ καμήλων ὀχούμενοι, μαχαίρας τετραπήχεις ἔχοντες, τὸν ἀριθμὸν ἴσοι τοῖς ἅρμασι.
また、四ピュキスの長さの剣を携え、ラクダに乗った兵士たちもおり、その数は戦車と同数であった。
ναῦς δὲ ποταμίας κατεσκεύασε διαιρετὰς δισχιλίας, αἷς παρεσκευάσατο καμήλους τὰς πεζῇ παρακομιζούσας τὰ σκάφη.
彼女は分解可能な河川用の船を二千隻建造し、そのために、陸路でこれら船体を運送するためのラクダを用意した。
ἐφόρουν δὲ καὶ τὰ τῶν ἐλεφάντων εἴδωλα κάμηλοι, καθότι προείρηται·
さらに象の模擬像もラクダが運んだが、それは前に述べた通りである。
πρὸς δʼ αὐτὰς τοὺς ἵππους οἱ στρατιῶται συνάγοντες συνήθεις ἐποίουν τοῦ μὴ φοβεῖσθαι τὴν ἀγριότητα τῶν θηρίων.
兵士たちは馬をこれらに近づけて、これら獣の荒々しさを恐れないように慣れさせた。
§2.17.3τὸ παραπλήσιον δὲ πολλοῖς ἔτεσιν ὕστερον ἔπραξε Περσεὺς ὁ τῶν Μακεδόνων βασιλεύς, ὅτε πρὸς Ῥωμαίους ἔμελλε διακινδυνεύειν ἔχοντας ἐκ Λιβύης ἐλέφαντας.
これと酷似したことを、何年も後になってマケドニア人の王ペルセウスが、リビア産の象を擁するローマ人との決戦に臨もうとした際に行った。
ἀλλʼ οὔτʼ ἐκείνῳ ῥοπὴν ἐνεγκεῖν εἰς τὸν πόλεμον συνέβη τὴν περὶ τὰ τοιαῦτα σπουδὴν καὶ φιλοτεχνίαν οὔτε Σεμιράμιδι·
しかし、そのような事柄に関する熱意や創意工夫が、彼にとってもセミラミスにとっても戦争における決定的な勝利をもたらすことにはならなかった。
περὶ ὧν ἀκριβέστερον ὁ προϊὼν λόγος δηλώσει.
これらについては、のちの叙述においてより正確に明らかにするであろう。
§2.17.4ὁ δὲ τῶν Ἰνδῶν βασιλεὺς Σταβροβάτης πυνθανόμενος τά τε μεγέθη τῶν ὀνομαζομένων δυνάμεων καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν πόλεμον παρασκευῆς, ἔσπευδεν ἐν ἅπασιν ὑπερθέσθαι τὴν Σεμίραμιν.
一方、インド人の王スタブロバテスは、噂される軍勢の規模と、その戦争への準備の凄まじさを聞き及ぶと、あらゆる点においてセミラミスを凌駕しようと努めた。
§2.17.5καὶ πρῶτον μὲν ἐκ τοῦ καλάμου κατεσκεύασε πλοῖα ποτάμια τετρακισχίλια·
そしてまず、彼は葦から河川用の船を四千隻建造した。
ἡ γὰρ Ἰνδικὴ παρά τε τοὺς ποταμοὺς καὶ τοὺς ἑλώδεις τόπους φέρει καλάμου πλῆθος, οὗ τὸ πάχος οὐκ ἂν ῥᾳδίως ἄνθρωπος περιλάβοι·
というのも、インドは川沿いや湿地帯に、人間が容易には抱えきれないほどの太さの葦を大量に産するからである。
λέγεται δὲ καὶ τὰς ἐκ τούτων κατασκευαζομένας ναῦς διαφόρους κατὰ τὴν χρείαν ὑπάρχειν,
また、それらから建造された船は、使用において非常に優れていると言われている。
§2.17.6οὔσης ἀσήπτου ταύτης τῆς ὕλης.
この木材が腐らない性質を持っているからである。
ποιησάμενος δὲ καὶ τῆς τῶν ὅπλων κατασκευῆς πολλὴν ἐπιμέλειαν καὶ πᾶσαν ἐπελθὼν τὴν Ἰνδικὴν ἤθροισε δύναμιν πολὺ μείζονα τῆς Σεμιράμιδι συναχθείσης.
また、彼は武具の製作にも多大な注意を払い、インド全土を巡って、セミラミスが招集したものをはるかに上回る軍勢を集めた。
§2.17.7ποιησάμενος δὲ καὶ τῶν ἀγρίων ἐλεφάντων θήραν καὶ πολλαπλασιάσας τοὺς προϋπάρχοντας, ἐκόσμησεν ἅπαντας τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς λαμπρῶς·
さらに、彼は野生の象の捕獲を行い、既存の象の数を何倍にも増やし、すべてを戦争において恐怖を与えるための装具で極めて華麗に飾った。
§2.17.8διὸ %5καὶ συνέβαινε κατὰ τὴν ἔφοδον αὐτῶν διά τε τὸ πλῆθος καὶ τὴν ἐπὶ τῶν θωρακίων κατασκευὴν ἀνυπόστατον %5ἀνθρωπίνῃ φύσει φαίνεσθαι τὴν ἐπιφάνειαν.
そのため、それらの突撃に際しては、その数と胸壁の構造のゆえに、その姿は人間の本性にとって対抗しがたいものに見えることとなった。