Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.14.1-2.14.4

塞米拉米斯的埃及远征与阿蒙神谕

第 114 段,共 406 段 · 希腊语

内容简介

塞米拉米斯在亚洲各地继续修路和筑陵,随后巡视埃及、征服利比亚,并前往阿蒙神庙求问死期的神谕,接着她征服了埃塞俄比亚的大部分地区,并听闻了关于一个具有奇特魔力的方形湖泊的传闻。

§2.14.1μετὰ δὲ ταῦτα ἐπῆλθε τήν τε Περσίδα καὶ τὴν ἄλλην χώραν ἅπασαν ἧς ἐπῆρχε κατὰ τὴν Ἀσίαν.
此后,她巡视了波斯以及她在亚洲统治的所有其他地区。
πανταχοῦ δὲ τὰ μὲν ὄρη καὶ τὰς ἀπορρῶγας πέτρας διακόπτουσα κατεσκεύασεν ὁδοὺς πολυτελεῖς, ἐν δὲ τοῖς πεδίοις ἐποίει χώματα, ποτὲ μὲν τάφους κατασκευάζουσα τοῖς τελευτῶσι τῶν ἡγεμόνων, ποτὲ δὲ πόλεις ἐν τοῖς ἀναστήμασι κατοικίζουσα.
在各处,她开凿山陵和陡峭的岩石,修筑了昂贵的道路,而在平原上她则筑起土丘,时而为死去的主将建造坟墓,时而在这高地上建立城市以供定居。
§2.14.2εἰώθει δὲ καὶ κατὰ τὰς στρατοπεδείας μικρὰ χώματα κατασκευάζειν, ἐφʼ ὧν καθιστᾶσα τὴν ἰδίαν σκηνὴν ἅπασαν κατώπτευε τὴν παρεμβολήν· διὸ καὶ πολλὰ κατὰ τὴν Ἀσίαν μέχρι τοῦ νῦν διαμένει τῶν ὑπʼ ἐκείνης κατασκευασθέντων καὶ καλεῖται Σεμιράμιδος ἔργα.
她还习惯在营地旁建造小土丘,在上面搭建自己的帐篷,以便俯瞰整个军营;因此,直到今天,亚洲各地仍留存着许多由她建造的工程,并被称为“塞米拉米斯之业”。
§2.14.3μετὰ δὲ ταῦτα τήν τε Αἴγυπτον πᾶσαν ἐπῆλθε καὶ τῆς Λιβύης τὰ πλεῖστα καταστρεψαμένη παρῆλθεν εἰς Ἄμμωνα, χρησομένη τῷ θεῷ περὶ τῆς ἰδίας τελευτῆς.
此后,她巡视了整个埃及,并征服了利比亚的大部分地区,然后前往阿蒙神庙,就自己的死期向神明求问神谕。
λέγεται δʼ αὐτῇ γενέσθαι λόγιον ἐξ ἀνθρώπων ἀφανισθήσεσθαι καὶ κατὰ κατὰ τὴν Ἀσίαν παρʼ ἐνίοις τῶν ἐθνῶν ἀθανάτου τεύξεσθαι τιμῆς· ὅπερ ἔσεσθαι καθʼ ὃν ἂν χρόνον ὁ υἱὸς αὐτῇ Νινύας ἐπιβουλεύσῃ.
据说她得到了一个神谕,称她将从人间消失,并在亚洲的一些民族中获得不朽的尊崇;而这将在她的儿子尼努亚斯对她图谋不轨之时发生。
§2.14.4ἀπὸ δὲ τούτων γενομένη τῆς Αἰθιοπίας ἐπῆλθε τὰ πλεῖστα καταστρεφομένη καὶ τὰ κατὰ τὴν χώραν θεωμένη παράδοξα.
从这些地方出发,她巡视并征服了埃塞俄比亚的大部分地区,并观赏了该地奇特的事物。
εἶναι γὰρ ἐν αὐτῇ φασι λίμνην τετράγωνον, τὴν μὲν περίμετρον ἔχουσαν ποδῶν ὡς ἑκατὸν ἑξήκοντα, τὸ δʼ ὕδωρ τῇ μὲν χρόᾳ παραπλήσιον κινναβάρει, τὴν δʼ ὀσμὴν καθʼ ὑπερβολὴν ἡδεῖαν, οὐκ ἀνόμοιον οἴνῳ παλαιῷ· δύναμιν δʼ ἔχειν παράδοξον· τὸν γὰρ πιόντα φασὶν εἰς μανίαν ἐμπίπτειν καὶ πάνθʼ ἃ πρότερον διέλαθεν ἁμαρτήσας ἑαυτοῦ κατηγορεῖν.
因为据说在该地有一个四方形的湖,周长约为一百六十英尺,湖水的颜色类似于朱砂,而气味则极其香甜,不亚于陈酒;并且它具有一种奇特的力量:据说凡是饮用过这水的人都会陷入疯狂,并自我指控以前暗中所犯下的一切过错。
τοῖς μὲν οὖν ταῦτα λέγουσιν οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο.
因此,对于说这些话的人,人们很难轻易相信。

词汇与语法注释

  1. §2.14.3λέγεται δʼ αὐτῇ γενέσθαι λόγιον — 无人称被动动词 λέγεται 带有表示利害或动作发出者的与格 αὐτῇ(对她而言),并以不定式短语 γενέσθαι λόγιον(神谕的发生)作其主语。该不定式短语随后又支配了说明神谕具体内容的双重对格与不定式结构(ἀφανισθήσεσθαι 和 τεύξεσθαι)。
  2. §2.14.3ὅπερ ἔσεσθαι — 由于承接了前文 λέγεται 所引入的间接引语语境,由关系代词 ὅπερ 引导的关系从句中的动词使用了将来时不定式(ἔσεσθαι),而非限定动词直陈式(ἔσται)。关系代词 ὅπερ 本身充当该不定式的对格主语。
  3. §2.14.4διέλαθεν ἁμαρτήσας — 动词 λανθάνω(此处为不定过去时形式 διέλαθεν)与补充性分词(ἁμαρτήσας)连用,构成“暗中做某事”或“不为人知地做某事”的惯用表达,意为“他以前在暗中所犯下的一切过错”。
  4. §2.14.4οὐκ ἂν τις ῥᾳδίως συγκατάθοιτο — 小词 ἄν 与 希求式(συγκατάθοιτο,为 συγκατατίθημι 的不定过去时中间语态希求式)结合,表示潜在的可能性(“人们很难轻易相信”),以一种委婉的方式表达对传闻的怀疑或不赞同。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.14.1-2.14.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.14.1-2.14.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。