§2.13.1ἡ δὲ Σεμίραμις ἐπειδὴ τοῖς ἔργοις ἐπέθηκε πέρας, ἀνέζευξεν ἐπὶ Μηδίας μετὰ πολλῆς δυνάμεως·
塞米拉米斯在完成了这些工程之后,率领大军出发前往米底亚。
καταντήσασα δὲ πρὸς ὄρος τὸ καλούμενον Βαγίστανον πλησίον αὐτοῦ κατεστρατοπέδευσε, καὶ κατεσκεύασε παράδεισον, ὃς τὴν μὲν περίμετρον ἦν δώδεκα σταδίων, ἐν πεδίῳ δὲ κείμενος εἶχε πηγὴν μεγάλην, ἐξ ἧς ἀρδεύεσθαι συνέβαινε τὸ φυτουργεῖον.
当她到达被称为巴吉斯塔努斯的大山附近时,便在它旁边安营扎寨,并建造了一个周长十二斯塔德的花园,该花园位于平原上,拥有一口大泉,园林里的植物便是由此得以灌溉。
§2.13.2τὸ δὲ Βαγίστανον ὄρος ἐστὶ μὲν ἱερὸν Διός, ἐκ δὲ τοῦ παρὰ τὸν παράδεισον μέρους ἀποτομάδας ἔχει πέτρας εἰς ὕψος ἀνατεινούσας ἑπτακαίδεκα σταδίους.
巴吉斯塔努斯山是宙斯的圣山,在面向花园的一侧,有着高达十七斯塔德的陡峭悬崖。
οὗ τὸ κατώτατον μέρος καταξύσασα τὴν ἰδίαν ἐνεχάραξεν εἰκόνα, δορυφόρους αὑτῇ παραστήσασα ἑκατόν.
她削平了悬崖的最下部,在上面刻下了自己的肖像,并在身旁安排了一百名卫兵。
ἐπέγραψε δὲ καὶ Συρίοις γράμμασιν εἰς τὴν πέτραν ὅτι Σεμίραμις τοῖς σάγμασι τοῖς τῶν ἀκολουθούντων ὑποζυγίων ἀπὸ τοῦ πεδίου χώσασα τὸν προειρημένον κρημνὸν διὰ τούτων εἰς τὴν ἀκρώρειαν προσανέβη.
她还在岩石上用叙利亚文字刻下碑文,大意是塞米拉米斯用跟从她的驮兽身上的鞍袋,从平原堆积起来以填平前述的悬崖,并通过这些鞍袋登上了山顶。
§2.13.3ἐντεῦθεν δʼ ἀναζεύξασα καὶ παραγενομένη πρὸς Χαύονα πόλιν τῆς Μηδίας κατενόησεν ἔν τινι μετεώρῳ πεδίῳ πέτραν τῷ τε ὕψει καὶ τῷ μεγέθει καταπληκτικήν.
她从那里出发,来到米底亚的肖恩城,在一片高耸的平原上发现了一块高度和大小都令人惊叹的巨石。
ἐνταῦθʼ οὖν ἕτερον παράδεισον ὑπερμεγέθη κατεσκεύασεν, ἐν μέσῳ τὴν πέτραν ἀπολαβοῦσα, καθʼ ἣν οἰκοδομήματα πολυτελῆ πρὸς τρυφὴν ἐποίησεν, ἐξ ὧν τά τε κατὰ τὸν παράδεισον ἀπεθεώρει φυτουργεῖα καὶ πᾶσαν τὴν στρατιὰν παρεμβεβληκυῖαν ἐν τῷ πεδίῳ.
于是,她在此处建造了另一个极大的花园,将那块巨石圈在中央,并在巨石旁建造了用于享乐的豪华宫殿,从那里她既可以俯瞰花园中的林木,也可以俯瞰在平原上扎营的全军。
§2.13.4ἐν τούτῳ δὲ τῷ τόπῳ συχνὸν ἐνδιατρίψασα χρόνον καὶ πάντων τῶν εἰς τρυφὴν ἀνηκόντων ἀπολαύσασα, γῆμαι μὲν νομίμως οὐκ ἠθέλησεν, εὐλαβουμένη μήποτε στερηθῇ τῆς ἀρχῆς, ἐπιλεγομένη δὲ τῶν στρατιωτῶν τοὺς εὐπρεπείᾳ διαφέροντας τούτοις ἐμίσγετο, καὶ πάντας τοὺς αὐτῇ πλησιάσαντας ἠφάνιζε.
她在此地逗留了很长时间,享受了一切属于奢华的事物,但她不愿依法结婚,担心这会剥夺她的权力;相反,她挑选士兵中容貌出众者与他们交欢,并把所有接近过她的人全部消灭。
§2.13.5μετὰ δὲ ταῦτα ἐπʼ Ἐκβατάνων τὴν πορείαν ποιησαμένη παρεγένετο πρὸς ὄρος τὸ Ζαρκαῖον καλούμενον·
此后,她向埃克巴坦那进发,来到了一座被称为扎尔卡乌斯的大山。
τοῦτο δʼ ἐπὶ πολλοὺς παρῆκον σταδίους καὶ πλῆρες ὂν κρημνῶν καὶ φαράγγων μακρὰν εἶχε τὴν περίοδον.
这座大山绵延许多斯塔德,且充满了悬崖与深谷,绕行之路十分漫长。
ἐφιλοτιμεῖτο οὖν ἅμα μὲν μνημεῖον ἀθάνατον ἑαυτῆς ἀπολιπεῖν, ἅμα δὲ σύντομον ποιήσασθαι τὴν ὁδόν· διόπερ τούς τε κρημνοὺς κατακόψασα καὶ τοὺς κοίλους τόπους χώσασα σύντομον καὶ πολυτελῆ κατεσκεύασεν ὁδόν, ἣ μέχρι τοῦ νῦν Σεμιράμιδος καλεῖται.
因此,她既渴望为自己留下不朽的纪念,又希望缩短旅途;于是她开凿悬崖,填平深谷,修筑了一条捷径且造价高昂的道路,直到今天这条路仍被称为“塞米拉米斯之路”。
§2.13.6παραγενηθεῖσα δʼ εἰς Ἐκβάτανα, πόλιν ἐν πεδίῳ κειμένην, κατεσκεύασεν ἐν αὐτῇ πολυτελῆ βασίλεια καὶ τὴν ἄλλην ἐπιμέλειαν ἐποιήσατο τοῦ τόπου περιττοτέραν.
她来到位于平原上的埃克巴坦那城,在城内建造了豪华的宫殿,并对该地进行了比往常更周密的整顿。
ἀνύδρου γὰρ οὔσης τῆς πόλεως καὶ μηδαμοῦ σύνεγγυς ὑπαρχούσης πηγῆς, ἐποίησεν αὐτὴν πᾶσαν κατάρρυτον, ἐπαγαγοῦσα πλεῖστον καὶ κάλλιστον ὕδωρ μετὰ πολλῆς κακοπαθείας τε καὶ δαπάνης.
因为该城缺水,且附近没有任何泉水,她付出了巨大的辛劳和费用,引来了最充足、最优质的水源,使整座城市水源充足。
§2.13.7τῶν γὰρ Ἐκβατάνων ὡς δώδεκα σταδίους ἀπέχον ἔστιν ὄρος ὃ καλεῖται μὲν Ὀρόντης, τῇ δὲ τραχύτητι καὶ τῷ πρὸς ὕψος ἀνατείνοντι μεγέθει διάφορον, ὡς ἂν τὴν πρόσβασιν ἔχον ὄρθιον ἕως τῆς ἀκρωρείας σταδίων εἴκοσι πέντε.
在距离埃克巴坦那大约十二斯塔德的地方,有一座名叫奥龙特斯的山,它以险峻和高耸而著称,通往山顶的陡峭山路长达二十五斯塔德。
ἐκ θατέρου δὲ μέρους οὔσης λίμνης μεγάλης εἰς ποταμὸν ἐκβαλλούσης, διέσκαψε τὸ προειρημένον ὄρος κατὰ τὴν ῥίζαν.
由于山的另一侧有一个注入河流的大湖,她便在前述山脚下开凿了一条隧道。
§2.13.8ἦν δʼ ἡ διῶρυξ τὸ μὲν πλάτος ποδῶν πεντεκαίδεκα, τὸ δʼ ὕψος τετταράκοντα· διʼ ἧς ἐπαγαγοῦσα τὸν ἐκ τῆς λίμνης ποταμὸν ἐπλήρωσε τὴν πόλιν ὕδατος.
该通道宽十五英尺,高四十英尺;通过这条通道,她引来了流自大湖的河水,使全城充满了水。
ταῦτα μὲν οὖν ἐποίησεν ἐν τῇ Μηδίᾳ.
以上便是她在米底亚所做的事。