§2.14.1μετὰ δὲ ταῦτα ἐπῆλθε τήν τε Περσίδα καὶ τὴν ἄλλην χώραν ἅπασαν ἧς ἐπῆρχε κατὰ τὴν Ἀσίαν.
この後、彼女はペルシスおよびアジアにおいて自らが支配していた他のすべての地方を巡った。
πανταχοῦ δὲ τὰ μὲν ὄρη καὶ τὰς ἀπορρῶγας πέτρας διακόπτουσα κατεσκεύασεν ὁδοὺς πολυτελεῖς, ἐν δὲ τοῖς πεδίοις ἐποίει χώματα, ποτὲ μὲν τάφους κατασκευάζουσα τοῖς τελευτῶσι τῶν ἡγεμόνων, ποτὲ δὲ πόλεις ἐν τοῖς ἀναστήμασι κατοικίζουσα.
そして、至るところで山々や切り立った岩を切り開いては、豪華な道路を建設し、平野においては盛土を造り、ある時は死んだ将領たちのために墓を造営し、またある時はその高台の上に都市を創建して人々を住まわせた。
§2.14.2εἰώθει δὲ καὶ κατὰ τὰς στρατοπεδείας μικρὰ χώματα κατασκευάζειν, ἐφʼ ὧν καθιστᾶσα τὴν ἰδίαν σκηνὴν ἅπασαν κατώπτευε τὴν παρεμβολήν·
彼女はまた、陣営を張る際にも小さな盛土を造るのを常としており、その上に自らの幕舎を据えて、陣営全体を見渡した。
διὸ καὶ πολλὰ κατὰ τὴν Ἀσίαν μέχρι τοῦ νῦν διαμένει τῶν ὑπʼ ἐκείνης κατασκευασθέντων καὶ καλεῖται Σεμιράμιδος ἔργα.
それゆえ、今日に至るまで、アジアのいたるところに彼女によって建設されたものの多くが残っており、「セミラミスの業」と呼ばれている。
§2.14.3μετὰ δὲ ταῦτα τήν τε Αἴγυπτον πᾶσαν ἐπῆλθε καὶ τῆς Λιβύης τὰ πλεῖστα καταστρεψαμένη παρῆλθεν εἰς Ἄμμωνα, χρησομένη τῷ θεῷ περὶ τῆς ἰδίας τελευτῆς.
この後、彼女はエジプト全土を巡り、リビアの大部分を征服した上で、自らの死について神託を伺うためにアモンへと赴いた。
λέγεται δʼ αὐτῇ γενέσθαι λόγιον ἐξ ἀνθρώπων ἀφανισθήσεσθαι καὶ κατὰ κατὰ τὴν Ἀσίαν παρʼ ἐνίοις τῶν ἐθνῶν ἀθανάτου τεύξεσθαι τιμῆς·
彼女には、人々の中から姿を消すことになり、アジアの一部の民族の間で不滅の誉れを得るであろう、という神託が下されたと言われている。
ὅπερ ἔσεσθαι καθʼ ὃν ἂν χρόνον ὁ υἱὸς αὐτῇ Νινύας ἐπιβουλεύσῃ.
そしてこれは、彼女の息子ニニュアスが彼女に対して陰謀を企てる時に起こるであろう、と。
§2.14.4ἀπὸ δὲ τούτων γενομένη τῆς Αἰθιοπίας ἐπῆλθε τὰ πλεῖστα καταστρεφομένη καὶ τὰ κατὰ τὴν χώραν θεωμένη παράδοξα.
そこから立ち去ると、彼女はエチオピアの大部分を巡って征服し、その地にある不可思議なものたちを観賞した。
εἶναι γὰρ ἐν αὐτῇ φασι λίμνην τετράγωνον, τὴν μὲν περίμετρον ἔχουσαν ποδῶν ὡς ἑκατὸν ἑξήκοντα, τὸ δʼ ὕδωρ τῇ μὲν χρόᾳ παραπλήσιον κινναβάρει, τὴν δʼ ὀσμὴν καθʼ ὑπερβολὴν ἡδεῖαν, οὐκ ἀνόμοιον οἴνῳ παλαιῷ·
人々の語るころによれば、そこには四角い湖があり、周囲は約百六十フィートで、その水は色は辰砂に似ており、香りは極めて甘美で、古酒と変わらないという。
δύναμιν δʼ ἔχειν παράδοξον· τὸν γὰρ πιόντα φασὶν εἰς μανίαν ἐμπίπτειν καὶ πάνθʼ ἃ πρότερον διέλαθεν ἁμαρτήσας ἑαυτοῦ κατηγορεῖν.
また、不可思議な力を持っており、それを飲んだ者は狂気に陥り、以前に隠れて犯したすべての罪を自ら告白するのだという。
τοῖς μὲν οὖν ταῦτα λέγουσιν οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο.
もっとも、このようなことを語る者たちに、容易に同意することはできないだろう。