Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.12.1-2.12.3

巴比伦尼亚的沥青泉与毒气孔

第 112 段,共 406 段 · 希腊语

内容简介

记述了巴比伦尼亚的非凡奇观,详细介绍了源源不断的沥青泉、能使靠近动物窒息而死的有毒喷气孔,以及一处会将人拖入水底并使其全身麻木的神秘湖泊。

§2.12.1πολλῶν δὲ καὶ παραδόξων ὄντων θεαμάτων κατὰ τὴν Βαβυλωνίαν οὐχ ἥκιστα θαυμάζεται καὶ τὸ πλῆθος τῆς ἐν αὐτῇ γεννωμένης ἀσφάλτου· τοσοῦτον γάρ ἐστιν ὥστε μὴ μόνον ταῖς τοσαύταις καὶ τηλικαύταις οἰκοδομίαις διαρκεῖν, ἀλλὰ καὶ συλλεγόμενον τὸν λαὸν ἐπὶ τὸν τόπον ἀφειδῶς ἀρύεσθαι καὶ ξηραίνοντα κάειν ἀντὶ ξύλων.
虽然巴比伦尼亚有许多非凡的奇观,但该地所产出的沥青之多,也同样令人赞叹;因为其数量如此之大,不仅足够用于建造如此之多、如此宏伟的建筑,而且聚集到该地的平民还可以毫不吝惜地汲取,并在烘干后代替木柴烧火。
§2.12.2ἀναριθμήτων δὲ τὸ πλῆθος ἀνθρώπων ἀρυομένων καθάπερ ἔκ τινος πηγῆς μεγάλης ἀκέραιον διαμένει τὸ πλήρωμα.
尽管有无数的人在汲取,它那盈满的量却依然完好无损,仿佛来自某个巨大的泉源。
ἔστι δὲ καὶ πλησίον τῆς πηγῆς ταύτης ἀνάδοσις τῷ μὲν μεγέθει βραχεῖα, δύναμιν δὲ θαυμάσιον ἔχουσα.
在这泉源附近,还有一个喷气孔,虽然规模很小,却拥有令人惊异的力量。
προβάλλει γὰρ ἀτμὸν θειώδη καὶ βαρύν, ᾧ τὸ προσελθὸν ζῷον ἅπαν ἀποθνήσκει, περιπῖπτον ὀξείᾳ καὶ παραδόξῳ τελευτῇ·
因为它喷出一种带有硫磺气味且沉重的蒸汽,任何靠近的动物都会死于其中,落入迅速而奇特的死亡。
πνεύματος γὰρ κατοχῇ χρόνον ὑπομεῖναν διαφθείρεται, καθάπερ κωλυομένης τῆς τοῦ πνεύματος ἐκφορᾶς ὑπὸ τῆς προσπεσούσης ταῖς ἀναπνοαῖς δυνάμεως· εὐθὺς δὲ διοιδεῖ καὶ πίμπραται τὸ σῶμα, μάλιστα τοὺς περὶ τὸν πνεύμονα §2.12.3τόπους.
因为在承受了片刻之后,它们就会因窒息而死,仿佛气体的排出被袭击呼吸器官的力量所阻碍;尸体随即肿胀、鼓起,尤其是肺部周围的区域。
ἔστι δὲ καὶ πέραν τοῦ ποταμοῦ λίμνη στερεὸν ἔχουσα τὸν περὶ αὑτὴν τύπον, εἰς ἣν ὅταν τις ἐμβῇ τῶν ἀπείρων, ὀλίγον μὲν νήχεται χρόνον, προϊὼν δʼ εἰς τὸ μέσον καθάπερ ὑπό τινος βίας κατασπᾶται·
在河对岸还有一个湖,其周围的地面很坚硬,任何没有经验的人一旦进入其中,起初还能游一会儿,但当走到中间时,就会仿佛被某种力量拖下去。
ἑαυτῷ δὲ βοηθῶν καὶ πάλιν ἀναστρέψαι προαιρούμενος ἀντέχεται μὲν τῆς ἐκβάσεως, ἀντισπωμένῳ δʼ ὑπό τινος ἔοικε· καὶ τὸ μὲν πρῶτον ἀπονεκροῦται τοὺς πόδας, εἶτα τὰ σκέλη μέχρι τῆς ὀσφύος, τὸ δὲ τελευταῖον ὅλον τὸ σῶμα νάρκῃ κρατηθεὶς φέρεται πρὸς βυθόν, καὶ μετʼ ὀλίγον τετελευτηκὼς ἀναβάλλεται.
他试图自救并想要折返,努力挣扎着想上岸,却仿佛被什么东西往回拖拉;起初是双脚失去知觉,接着是双腿直至腰部,最后,全身被麻木所支配,沉入湖底,过了一会儿,死后又被漂浮上来。
περὶ μὲν οὖν τῶν ἐν τῇ Βαβυλωνίᾳ θαυμαζομένων ἀρκείτω τὰ ῥηθέντα.
关于巴比伦尼亚的奇观,以上所说已经足够。

词汇与语法注释

  1. 2.12.1πολλῶν δὲ καὶ παραδόξων ὄντων θεαμάτων — 独立属格结构,表示让步(“尽管有许多非凡的奇观……”),修饰主句。
  2. 2.12.1ὥστε μὴ μόνον ... διαρκεῖν, ἀλλὰ καὶ ... ἀρύεσθαι — 由 ὥστε 引导的表示结果的动词不定式从句。第一个不定式 διαρκεῖν 的未表达主语是前述的 τὸ πλῆθος(“沥青的丰富”),第二个不定式 ἀρύεσθαι(以及并列的 κάειν)带宾格主语 τὸν λαόν。分词 συλλεγόμενον 和 ξηραίνοντα 在语法上与宾格单数的 τὸν λαόν 一致。
  3. 2.12.2ἀναριθμήτων δὲ τὸ πλῆθος ἀνθρώπων ἀρυομένων — 独立属格结构(主语为 ἀνθρώπων,分词为 ἀρυομένων),其间夹入表示限定的宾格短语 τὸ πλῆθος(“在数量上”),从而形成了语序倒置(hyperbaton)。
  4. 2.12.2καθάπερ κωλυομένης τῆς τοῦ πνεύματος ἐκφορᾶς — 连词/副词 καθάπερ(“仿佛”)引导独立属格结构(主语为 τῆς... ἐκφορᾶς,分词为 κωλυομένης),用以表达假设性的比较或比喻。
  5. 2.12.2τοὺς περὶ τὸν πνεύμονα — 关系(或限定)宾格,表示受动词 διοιδεῖ 和 πίμπραται 影响的身体部位,修饰位于里程碑和分节号之后的名词 τόπους。
  6. 2.12.3ἀντισπωμένῳ δʼ ὑπό τινος ἔοικε — 动词 ἔοικε(“他像/似乎”)接与格分词 ἀντισπωμένῳ,采用个人称句式,字面意思是“他就像一个被某物往回拖拉的人”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.12.1-2.12.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.12.1-2.12.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。