Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.11.1-2.11.5

塞米拉尼斯建立贸易城市与巨型方尖碑

第 111 段,共 406 段 · 希腊语

内容简介

记述塞米拉尼斯在幼发拉底河和底格里斯河沿岸建立贸易城市,并介绍了这两条河流的地理特征。随后描述她如何从亚美尼亚运送巨石至巴比伦建立著名的方尖碑。

§2.11.1ἡ δὲ Σεμίραμις ἔκτισε καὶ ἄλλας πόλεις παρὰ τὸν ποταμὸν τόν τε Εὐφράτην καὶ τὸν Τίγριν, ἐν αἷς ἐμπόρια κατεσκεύασε τοῖς φορτία διακομίζουσιν ἐκ τῆς Μηδίας καὶ Παραιτακηνῆς καὶ πάσης τῆς σύνεγγυς χώρας.
塞米拉尼斯还在幼发拉底河和底格里斯河沿岸建造了其他城市,并在其中为那些从米底亚、帕莱塔克奈以及所有邻近地区运送货物的人设立了贸易市场。
μετὰ γὰρ τὸν Νεῖλον καὶ Γάγγην ὄντες ἐπισημότατοι σχεδὸν τῶν κατὰ τὴν Ἀσίαν ποταμῶν Εὐφράτης καὶ Τίγρις τὰς μὲν πηγὰς ἔχουσιν ἐκ τῶν Ἀρμενίων ὀρῶν, διεστήκασι δʼ ἀπʼ ἀλλήλων σταδίους δισχιλίους καὶ πεντακοσίους· §2.11.2ἐνεχθέντες δὲ διὰ Μηδίας καὶ Παραιτακηνῆς ἐμβάλλουσιν εἰς τὴν Μεσοποταμίαν, ἣν ἀπολαμβάνοντες εἰς μέσον αἴτιοι κατέστησαν τῇ χώρᾳ ταύτης τῆς προσηγορίας· μετὰ δὲ ταῦτα τὴν Βαβυλωνίαν διελθόντες εἰς τὴν Ἐρυθρὰν ἐξερεύγονται θάλατταν.
因为幼发拉底河和底格里斯河——在尼罗河和恒河之后,几乎是亚洲最著名的河流——发源于亚美尼亚的山区,它们彼此相距二千五百斯塔德;它们流经米底亚和帕莱塔克奈后流入美索不达米亚,由于将该地区夹在中间,它们成为了该地获得这一名称的原因;此后,它们穿过巴比伦尼亚,注入红海。
§2.11.3μεγάλοι δʼ ὄντες καὶ συχνὴν χώραν διαπορευόμενοι πολλὰς ἀφορμὰς παρέχονται τοῖς ἐμπορικῇ χρωμένοις ἐργασίᾳ· διὸ καὶ συμβαίνει τοὺς παραποταμίους τόπους πλήρεις ὑπάρχειν ἐμπορίων εὐδαιμόνων καὶ μεγάλα συμβαλλομένων πρὸς τὴν τῆς Βαβυλωνίας ἐπιφάνειαν.
这两条河流既大,又穿过广阔的土地,为从事贸易活动的人提供了许多便利;因此,沿河地区也充满了繁荣的贸易市场,为巴比伦尼亚的显赫做出了巨大贡献。
§2.11.4ἡ δὲ Σεμίραμις ἐκ τῶν Ἀρμενίων ὀρῶν λίθον ἔτεμε τὸ μὲν μῆκος ποδῶν ἑκατὸν καὶ τριάκοντα, τὸ δὲ πλάτος καὶ πάχος εἴκοσι καὶ πέντε· §2.11.5τοῦτον δὲ πολλοῖς πλήθεσι ζευγῶν ὀρεικῶν τε καὶ βοεικῶν καταγαγοῦσα πρὸς τὸν ποταμὸν ἐπεβίβασεν ἐπὶ τὴν σχεδίαν· ἐπὶ ταύτης δὲ παρακομίσασα κατὰ τοῦ ῥεύματος μέχρι τῆς Βαβυλωνίας ἔστησεν αὐτὸν παρὰ τὴν ἐπισημοτάτην ὁδόν, παράδοξον θέαμα τοῖς παριοῦσιν·
而塞米拉尼斯从亚美尼亚的山区开采了一块石料,其长度为一百三十英尺,宽度和厚度各为二十五英尺;她用大量的骡群和牛群将这块石头运下山送到河边,装在木筏上;并乘此筏顺流而下运至巴比伦尼亚,将其树立在最显要的道路旁,成为过往行人眼中的奇观。
ὅν τινες ὀνομάζουσιν ἀπὸ τοῦ σχήματος ὀβελίσκον, ὃν ἐν τοῖς ἑπτὰ τοῖς κατονομαζομένοις ἔργοις καταριθμοῦσι.
有些人因其形状而称之为方尖碑,并将其列入著名的世界七大奇迹之中。

词汇与语法注释

  1. §2.11.1ὄντες ἐπισημότατοι — 分词 `ὄντες` 为阳性主格复数,与主语 `Εὐφράτης καὶ Τίγρις` 一致,在句中起因果或修饰作用,用以说明这两条河流的重要性。
  2. §2.11.2ἣν ἀπολαμβάνοντες εἰς μέσον — 关系代词 `ἣν` 的先行词是 `τὴν Μεσοποταμίαν`(美索不达米亚),在句中作分词 `ἀπολαμβάνοντες`(夹在中间,主语为两条河流)的直接宾语。这一结构旨在解释美索不达米亚(意为“两河之间的土地”)这一地名的词源。
  3. §2.11.3μεγάλα συμβαλλομένων — `συμβαλλομένων` 为现在分词属格复数,修饰由形容词 `πλήρεις` 所支配的属格名词 `ἐμπορίων`。中性复数宾格的 `μεγάλα` 在此作副词性修饰,意为“极大地(做出贡献)”。
  4. §2.11.5ὅν ... ὀβελίσκον — 双宾格(双对格)结构。第一个关系代词 `ὅν` 指代那块石头,作直接宾语,而 `ὀβελίσκον` 为称呼的谓语宾格(谓语对格)。紧随其后的第二个 `ὅν` 是以 `ὀβελίσκον` 为先行词的关系代词。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.11.1-2.11.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.11.1-2.11.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。