§2.12.1πολλῶν δὲ καὶ παραδόξων ὄντων θεαμάτων κατὰ τὴν Βαβυλωνίαν οὐχ ἥκιστα θαυμάζεται καὶ τὸ πλῆθος τῆς ἐν αὐτῇ γεννωμένης ἀσφάλτου·
バビロニアには数多くの驚異的な見ものがあるが、その地で産出するアスファルトの豊富さは、決して劣らず驚嘆されている。
τοσοῦτον γάρ ἐστιν ὥστε μὴ μόνον ταῖς τοσαύταις καὶ τηλικαύταις οἰκοδομίαις διαρκεῖν, ἀλλὰ καὶ συλλεγόμενον τὸν λαὸν ἐπὶ τὸν τόπον ἀφειδῶς ἀρύεσθαι καὶ ξηραίνοντα κάειν ἀντὶ ξύλων.
というのも、それは非常に大量であるため、これほど多くのこれほど巨大な建造物の建設に十分であるばかりでなく、その場所に集まった庶民が惜しみなくそれを汲み出し、乾燥させて薪の代わりに燃やすほどだからである。
§2.12.2ἀναριθμήτων δὲ τὸ πλῆθος ἀνθρώπων ἀρυομένων καθάπερ ἔκ τινος πηγῆς μεγάλης ἀκέραιον διαμένει τὸ πλήρωμα.
無数の人々がそれを汲み出しているにもかかわらず、まるで何か大きな泉からであるかのように、その満ちている量は損なわれずに残っている。
ἔστι δὲ καὶ πλησίον τῆς πηγῆς ταύτης ἀνάδοσις τῷ μὲν μεγέθει βραχεῖα, δύναμιν δὲ θαυμάσιον ἔχουσα.
また、この泉の近くには、規模こそ小さいものの、驚異的な力を秘めたガスの噴出孔がある。
προβάλλει γὰρ ἀτμὸν θειώδη καὶ βαρύν, ᾧ τὸ προσελθὸν ζῷον ἅπαν ἀποθνήσκει, περιπῖπτον ὀξείᾳ καὶ παραδόξῳ τελευτῇ·
そこからは硫黄を含んだ重い蒸気が噴出しており、近づく動物はすべて、急激で奇妙な死に見舞われて命を落とす。
πνεύματος γὰρ κατοχῇ χρόνον ὑπομεῖναν διαφθείρεται, καθάπερ κωλυομένης τῆς τοῦ πνεύματος ἐκφορᾶς ὑπὸ τῆς προσπεσούσης ταῖς ἀναπνοαῖς δυνάμεως·
すなわち、しばらくの間その蒸気に耐えると、呼吸困難によって死に至るのであり、それは呼吸器官を襲う力によって息の排出が妨げられるかのようである。
εὐθὺς δὲ διοιδεῖ καὶ πίμπραται τὸ σῶμα, μάλιστα τοὺς περὶ τὸν πνεύμονα §2.12.3τόπους.
そして、遺体はすぐに腫れ上がり、特に肺の周辺の部位が膨張する。
ἔστι δὲ καὶ πέραν τοῦ ποταμοῦ λίμνη στερεὸν ἔχουσα τὸν περὶ αὑτὴν τύπον, εἰς ἣν ὅταν τις ἐμβῇ τῶν ἀπείρων, ὀλίγον μὲν νήχεται χρόνον, προϊὼν δʼ εἰς τὸ μέσον καθάπερ ὑπό τινος βίας κατασπᾶται·
また、川の向こう側には、周囲の地面が固まっている湖がある。 そこに事情を知らない者が入ると、しばらくの間は泳いでいるが、中央へと進むにつれて、あたかも何らかの力によって引きずり下ろされるかのようになる。
ἑαυτῷ δὲ βοηθῶν καὶ πάλιν ἀναστρέψαι προαιρούμενος ἀντέχεται μὲν τῆς ἐκβάσεως, ἀντισπωμένῳ δʼ ὑπό τινος ἔοικε·
自分を救おうとして引き返そうと試み、脱出しようと努めるものの、何者かによって引き戻されているかのようである。
καὶ τὸ μὲν πρῶτον ἀπονεκροῦται τοὺς πόδας, εἶτα τὰ σκέλη μέχρι τῆς ὀσφύος, τὸ δὲ τελευταῖον ὅλον τὸ σῶμα νάρκῃ κρατηθεὶς φέρεται πρὸς βυθόν, καὶ μετʼ ὀλίγον τετελευτηκὼς ἀναβάλλεται.
そして、最初は足の感覚が麻痺し、次いで腰までの脚が麻痺し、最後には全身が痺れに支配されて底へと沈んでいき、まもなく息絶えて遺体が浮かび上がってくる。
περὶ μὲν οὖν τῶν ἐν τῇ Βαβυλωνίᾳ θαυμαζομένων ἀρκείτω τὰ ῥηθέντα.
さて、バビロニアの驚異については、これまでに述べたことで十分としよう。