§2.12.1πολλῶν δὲ καὶ παραδόξων ὄντων θεαμάτων κατὰ τὴν Βαβυλωνίαν οὐχ ἥκιστα θαυμάζεται καὶ τὸ πλῆθος τῆς ἐν αὐτῇ γεννωμένης ἀσφάλτου· τοσοῦτον γάρ ἐστιν ὥστε μὴ μόνον ταῖς τοσαύταις καὶ τηλικαύταις οἰκοδομίαις διαρκεῖν, ἀλλὰ καὶ συλλεγόμενον τὸν λαὸν ἐπὶ τὸν τόπον ἀφειδῶς ἀρύεσθαι καὶ ξηραίνοντα κάειν ἀντὶ ξύλων.
Although there are many and extraordinary sights in Babylonia, not the least admired is the abundance of the asphalt produced in it; for it is so great that it not only suffices for so many and such large buildings, but also that the common people, gathering at the place, draw it unsparingly and, after drying it, burn it instead of wood.
§2.12.2ἀναριθμήτων δὲ τὸ πλῆθος ἀνθρώπων ἀρυομένων καθάπερ ἔκ τινος πηγῆς μεγάλης ἀκέραιον διαμένει τὸ πλήρωμα.
And though men countless in multitude draw it, the full supply remains undiminished, just as if from some great spring.
ἔστι δὲ καὶ πλησίον τῆς πηγῆς ταύτης ἀνάδοσις τῷ μὲν μεγέθει βραχεῖα, δύναμιν δὲ θαυμάσιον ἔχουσα. προβάλλει γὰρ ἀτμὸν θειώδη καὶ βαρύν, ᾧ τὸ προσελθὸν ζῷον ἅπαν ἀποθνήσκει, περιπῖπτον ὀξείᾳ καὶ παραδόξῳ τελευτῇ·
There is also near this spring an emission, small indeed in size, but possessing a wonderful power; for it throws up a sulfurous and heavy vapor, by which every animal that approaches it dies, falling victim to a swift and strange death.
πνεύματος γὰρ κατοχῇ χρόνον ὑπομεῖναν διαφθείρεται, καθάπερ κωλυομένης τῆς τοῦ πνεύματος ἐκφορᾶς ὑπὸ τῆς προσπεσούσης ταῖς ἀναπνοαῖς δυνάμεως· εὐθὺς δὲ διοιδεῖ καὶ πίμπραται τὸ σῶμα, μάλιστα τοὺς περὶ τὸν πνεύμονα §2.12.3τόπους.
For having endured it for a short time, it is destroyed by suffocation, just as though the emission of the breath were prevented by the force attacking the respiratory organs; and immediately the body swells and becomes bloated, especially the parts about the lung regions.
ἔστι δὲ καὶ πέραν τοῦ ποταμοῦ λίμνη στερεὸν ἔχουσα τὸν περὶ αὑτὴν τύπον, εἰς ἣν ὅταν τις ἐμβῇ τῶν ἀπείρων, ὀλίγον μὲν νήχεται χρόνον, προϊὼν δʼ εἰς τὸ μέσον καθάπερ ὑπό τινος βίας κατασπᾶται·
There is also across the river a lake which has the ground around it solid, into which whenever any of those who are inexperienced enters, he swims for a short time, but as he proceeds into the middle, he is dragged down as if by some force.
ἑαυτῷ δὲ βοηθῶν καὶ πάλιν ἀναστρέψαι προαιρούμενος ἀντέχεται μὲν τῆς ἐκβάσεως, ἀντισπωμένῳ δʼ ὑπό τινος ἔοικε· καὶ τὸ μὲν πρῶτον ἀπονεκροῦται τοὺς πόδας, εἶτα τὰ σκέλη μέχρι τῆς ὀσφύος, τὸ δὲ τελευταῖον ὅλον τὸ σῶμα νάρκῃ κρατηθεὶς φέρεται πρὸς βυθόν, καὶ μετʼ ὀλίγον τετελευτηκὼς ἀναβάλλεται.
And trying to help himself and wishing to turn back, he strives to make his way out, but he seems to be dragged back by something; and first his feet are deadened, then his legs up to the waist, and finally, his whole body being overcome by numbness, he is carried to the bottom, and after a little while, having died, he is cast up.
περὶ μὲν οὖν τῶν ἐν τῇ Βαβυλωνίᾳ θαυμαζομένων ἀρκείτω τὰ ῥηθέντα.
Now, concerning the wonders in Babylonia, let what has been said suffice.