Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.96.1-1.96.9

造访埃及的希腊贤哲与冥界神话的起源

第 97 段,共 406 段 · 希腊语

内容简介

作者列举了在古代访问埃及并学习其法律和知识的著名希腊诗人和贤者,并解释了奥非乌斯所传的阴间神话和仪式均起源于埃及的葬礼习俗。

§1.96.1τούτων δʼ ἡμῖν διευκρινημένων ῥητέον ὅσοι τῶν παρʼ Ἕλλησι δεδοξασμένων ἐπὶ συνέσει καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις χρόνοις, ἵνα τῶν ἐνταῦθα νομίμων καὶ τῆς παιδείας μετάσχωσιν.
随着这些事情被我们阐明,我们必须谈谈,在古代,那些在希腊人中因智慧和教养而享有盛誉的人中,有多少人曾到访埃及,以便分享这里的法律和教养。
§1.96.2οἱ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν ἐκ τῶν ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις παραβαλεῖν πρὸς ἑαυτοὺς τὸ παλαιὸν Ὀρφέα τε καὶ Μουσαῖον καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην, ἔτι δὲ Σόλωνα τὸν Ἀθηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον, ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον καὶ τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ Δημόκριτον τὸν Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον.
因为埃及的神官们根据神圣书籍中的记录记载,在古代,奥非乌斯、缪塞乌斯、梅兰普斯和代达罗斯曾到访他们那里,此外还有诗人荷马和斯巴达人莱库古,以及雅典人梭伦和哲学家柏拉图,而萨摩斯人毕达哥拉斯、数学家欧多克索斯,还有阿布德拉人德谟克利特和希奥斯人奥伊诺皮德斯也曾前来。
§1.96.3πάντων δὲ τούτων σημεῖα δεικνύουσι τῶν μὲν εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας, ἔκ τε τῆς ἑκάστῳ ζηλωθείσης παιδείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνέχθαι πάντα διʼ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν.
对于所有这些人的存在,他们展示了证据:有的人有其雕像,有的人则有与其同名的场所或建筑物;他们还从每个人热心追求的学识中提出证明,确立了使他们在希腊人中受到赞叹的一切,都是从埃及传播过去的。
§1.96.4Ὀρφέα μὲν γὰρ τῶν μυστικῶν τελετῶν τὰ πλεῖστα καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα καὶ τὴν τῶν ἐν ᾅδου μυθοποιίαν ἀπενέγκασθαι.
因为据说奥非乌斯带走了大部分神秘仪式、围绕他自己的漂泊而举行的秘仪,以及关于阴间事物的神话创作。
§1.96.5τὴν μὲν γὰρ Ὀσίριδος τελετὴν τῇ Διονύσου τὴν αὐτὴν εἶναι, τὴν δὲ τῆς Ἴσιδος τῇ τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν, τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων· τὰς δὲ τῶν ἀσεβῶν ἐν ᾅδου τιμωρίας καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν μιμησάμενον τὰ γινόμενα περὶ τὰς ταφὰς τὰς κατʼ Αἴγυπτον.
因为奥西里斯的仪式与狄奥尼索斯的相同,而伊西斯的仪式与德墨忒尔的极其相似,只是名字有所改变;此外,在阴间对不敬虔者的惩罚、敬虔者的乐土,以及在大众中流传的虚构亡灵描绘,都是他模仿埃及葬礼上的做法而引入的。
§1.96.6τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν κατὰ τὸ παλαιὸν νόμιμον παρʼ Αἰγυπτίοις ἀναγαγόντα τὸ τοῦ Ἄπιδος σῶμα μέχρι τινὸς παραδιδόναι τῷ περικειμένῳ τὴν τοῦ Κερβέρου προτομήν.
因为根据埃及人的古老法律,引渡灵魂的赫尔墨斯将阿匹斯的遗体运送到某处,将其交给戴着刻耳拔洛斯面具的人。
τοῦ δʼ Ὀρφέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν Ὅμηρον ἀκολούθως τούτῳ θεῖναι κατὰ τὴν ποίησιν "Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων, ἔχε δὲ ῥάβδον μετὰ χερσίν.
当奥非乌斯在希腊人中指明了这一点后,荷马便遵循此说,在诗作中写道: “库勒涅的赫尔墨斯唤出求婚者们的灵魂,他手里拿着一根手杖。
" εἶτα πάλιν ὑποβάντα λέγειν "πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων ἤισαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων. "
” 接着,在诗中稍后一些的地方,他又说: “他们走过了俄刻阿诺斯的水流和留卡斯之岩,又走过了太阳之门和梦幻之乡;很快他们来到了阿斯福德罗斯的草地,那里居住着灵魂,即逝去者的幻影。
§1.96.7ὠκεανὸν μὲν οὖν καλεῖν τὸν ποταμὸν διὰ τὸ τοὺς Αἰγυπτίους κατὰ τὴν ἰδίαν διάλεκτον Ὠκεανὸν λέγειν τὸν Νεῖλον, Ἡλίου δὲ πύλας τὴν πόλιν τὴν τῶν Ἡλιοπολιτῶν, λειμῶνα δʼ ὀνομάζειν, τὴν μυθολογουμένην οἴκησιν τῶν μετηλλαχότων, τὸν παρὰ τὴν λίμνην τόπον τὴν καλουμένην μὲν Ἀχερουσίαν, πλησίον δὲ οὖσαν τῆς Μέμφεως, ὄντων περὶ αὐτὴν λειμώνων καλλίστων, ἕλους καὶ λωτοῦ καὶ καλάμου.
” 因此,他将那条河称为“俄刻阿诺斯”,是因为埃及人在他们自己的语言中将尼罗河称为“俄刻阿诺斯”;而“太阳之门”指的是赫利奥波利斯人的城市;而他所称的“草地”,即神话中所说的逝者的住所,是指被称为阿刻鲁西亚的湖畔之地,它靠近孟斐斯,湖周围环绕着由沼泽、莲花和芦苇构成的极美草地。
ἀκολούθως δʼ εἰρῆσθαι καὶ τὸ κατοικεῖν τοὺς τελευτήσαντας ἐν τούτοις τοῖς τόποις διὰ τὸ τὰς τῶν Αἰγυπτίων ταφὰς τὰς πλείστας καὶ μεγίστας ἐνταῦθα γίνεσθαι, διαπορθμευομένων μὲν τῶν νεκρῶν διά τε τοῦ ποταμοῦ καὶ τῆς Ἀχερουσίας λίμνης, τιθεμένων δὲ τῶν σωμάτων εἰς τὰς ἐνταῦθα κειμένας θήκας.
与此相一致地,死者居住在这些地方的说法也被提出来,这是因为埃及人绝大多数且最盛大的葬礼都在这里举行,死者通过河流和阿刻鲁西亚湖被渡运过去,遗体则安放在此处的墓穴中。
§1.96.8συμφωνεῖν δὲ καὶ τἄλλα τὰ παρὰ τοῖς Ἕλλησι καθʼ ᾅδου μυθολογούμενα τοῖς ἔτι νῦν γινομένοις κατʼ Αἴγυπτον· τὸ μὲν γὰρ διακομίζον τὰ σώματα πλοῖον βᾶριν καλεῖσθαι, τὸ δʼ ἐπίβαθρον τῷ πορθμεῖ δίδοσθαι, καλουμένῳ κατὰ τὴν ἐγχώριον διάλεκτον χάρωνι.
而且,据传希腊人关于阴间所传说的其他神话事迹,也与至今仍在埃及实行的习俗相吻合:因为运送遗体的船被称为“巴里斯”,而船费则是给渡船工的,他在当地语言中被称为“卡戎”。
§1.96.9εἶναι δὲ λέγουσι πλησίον τῶν τόπων τούτων καὶ σκοτίας Ἑκάτης ἱερὸν καὶ πύλας Κωκυτοῦ καὶ Λήθης διειλημμένας χαλκοῖς ὀχεῦσιν.
据说在这些地方附近,还有黑暗赫卡忒的神殿,以及由青铜闩锁上的科库托斯和雷忒之门。
ὑπάρχειν δὲ καὶ ἄλλας πύλας Ἀληθείας, καὶ πλησίον τούτων εἴδωλον ἀκέφαλον ἑστάναι Δίκης.
此外还存在另一扇“真理”之门,而在它附近立着一座无头的“正义”雕像。

词汇与语法注释

  1. 1.96.1τούτων δʼ ἡμῖν διευκρινημένων — 独立属格结构,表示前一章关于埃及法制史的叙述已经理清并完成。
  2. 1.96.2παραβαλεῖν πρὸς ἑαυτοὺς τὸ παλαιὸν Ὀρφέα τε καὶ Μουσαῖον... — 作为动词 ἱστοροῦσιν 的宾语的带宾格的不定式结构,宾格主语为奥非乌斯等,动词为 παραβαλεῖν 和后文的 ἐλθεῖν。
  3. 1.96.3συνιστάντες ἐξ Αἰγύπτου μετενηνέχθαι πάντα διʼ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν — 由现在分词 συνιστάντες 引导的带宾格的不定式结构(μετενηνέχθαι πάντα)。关系代名词 ὧν 受先行词 πάντα 影响而发生了格的变化(即关系代名词的吸引),原本应为宾格的 διʼ ἅ。
  4. 1.96.4Ὀρφέα μὲν γὰρ... ἀπενέγκασθαι — 间接引语中的带宾格的不定式结构。上下文承接 1.96.2 的传闻动词(如 ἱστοροῦσιν),由宾格主语 Ὀρφέα 和不定式 ἀπενέγκασθαι 构成。
  5. 1.96.6τοῦ δʼ Ὀρφέως τοῦτο καταδείξαντος — 独立属格结构,表示时间或原因(“当奥非乌斯指明了这一点后”或“因为奥非乌斯指明了这一点”)。
  6. 1.96.7ἀκολούθως δʼ εἰρῆσθαι καὶ τὸ κατοικεῖν τοὺς τελευτήσαντας — 冠词性不定式 τὸ κατοικεῖν 作为被动语态不定式 εἰρῆσθαι(据说/被说起)的实际主语。此外,宾格分词 τοὺς τελευτήσαντας 是 κατοικεῖν 的逻辑主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.96.1-1.96.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.96.1-1.96.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。