§1.97.1πολλὰ δὲ καὶ τῶν ἄλλων τῶν μεμυθοποιημένων διαμένειν παρʼ Αἰγυπτίοις, διατηρουμένης ἔτι τῆς προσηγορίας καὶ τῆς ἐν τῷ πράττειν ἐνεργείας.
\n其他许多被神话化的事物也依然留存在埃及人中,其名称和实际活动中的实践至今仍被保留。
§1.97.2ἐν μὲν γὰρ Ἀκανθῶν πόλει, πέραν τοῦ Νείλου κατὰ τὴν Λιβύην ἀπὸ σταδίων ἑκατὸν καὶ εἴκοσι τῆς Μέμφεως, πίθον εἶναι τετρημένον, εἰς ὃν τῶν ἱερέων ἑξήκοντα καὶ τριακοσίους καθʼ ἑκάστην ἡμέραν ὕδωρ φέρειν εἰς αὐτὸν ἐκ τοῦ Νείλου· §1.97.3τὴν δὲ περὶ τὸν Ὄκνον μυθοποιίαν δείκνυσθαι πλησίον κατά τινα πανήγυριν συντελουμένην, πλέκοντος μὲν ἑνὸς ἀνδρὸς ἀρχὴν σχοινίου μακράν, πολλῶν δʼ ἐκ τῶν ὀπίσω λυόντων τὸ πλεκόμενον.
\n\n因为在阿坎特斯城(位于尼罗河对岸靠近利比亚、距离孟斐斯一百二十里格之处),有一个有孔的瓮,三百六十名神官每天从尼罗河提水倒入其中;\n\n而关于奥克诺斯的神话,则在附近举行的一场祭典中被展现出来:一个人编织长绳的开头,而许多人在后面解开编好的部分。
§1.97.4Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι καὶ τὰ περὶ Κρόνου μυθολογούμενα καὶ τὰ περὶ τῆς Τιτανομαχίας καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν.
\n\n据说梅兰普斯从埃及引进了在希腊人中习惯为狄奥尼索斯举行的仪式、关于克罗诺斯的神话、关于泰坦之战的传说,以及总之关于诸神受难的整个历史。
§1.97.5τὸν δὲ Δαίδαλον λέγουσιν ἀπομιμήσασθαι τὴν τοῦ λαβυρίνθου πλοκὴν τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηθέντος δέ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δʼ ἔνιοι λέγουσιν, ὑπὸ Μάρρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας.
\n\n他们说,代达罗斯模仿了迷宫的曲折结构(该迷宫保存至今,但据一些人说是门德斯建造的,另一些人说是马洛斯国王建造的,比米诺斯的统治早了许多年)。
§1.97.6τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατʼ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι.
\n\n并且埃及古代雕像的风格与代达罗斯在希腊人中所制作的雕像相同。
τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ Ἡφαιστείου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερὸν ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης, πέρας δὲ διὰ τὴν εὐφυΐαν ἀξιωθέντα μεγάλης δόξης καὶ πολλὰ προσεξευρόντα τυχεῖν ἰσοθέων τιμῶν· κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων.
他们还说,代达罗斯设计了孟斐斯赫菲斯托斯神殿最美丽的前门,并因受到赞赏,在前述神殿中获得了一尊由他亲手制作的木像,最后因其天资而被认为配享极大的荣耀,并因发明了许多其他东西而获得了等同于神明的荣誉;因为在孟斐斯附近的一个岛上,至今仍有一座由当地居民崇敬的代达罗斯神殿。
§1.97.7τῆς δʼ Ὁμήρου παρουσίας ἄλλα τε σημεῖα φέρουσι καὶ μάλιστα τὴν τῆς Ἑλένης γενομένην παρὰ Μενελάῳ Τηλεμάχου φαρμακείαν καὶ λήθην τῶν συμβεβηκότων κακῶν.
\n\n关于荷马的到访,他们还提出了其他的证据,尤其是海伦在墨涅拉奥斯处对特勒马科斯进行的药物调配,以及让其忘记所发生的灾祸。
τὸ γὰρ νηπενθὲς φάρμακον, ὃ λαβεῖν φησιν ὁ ποιητὴς τὴν Ἑλένην ἐκ τῶν Αἰγυπτίων Θηβῶν παρὰ Πολυδάμνης τῆς Θῶνος γυναικός, ἀκριβῶς ἐξητακὼς φαίνεται· ἔτι γὰρ καὶ νῦν τὰς ἐν ταύτῃ γυναῖκας τῇ προειρημένῃ δυνάμει χρῆσθαι λέγουσι, καὶ παρὰ μόναις ταῖς Διοσπολίτισιν ἐκ παλαιῶν χρόνων ὀργῆς καὶ λύπης φάρμακον εὑρῆσθαί φασι· τὰς δὲ Θήβας καὶ Διὸς πόλιν τὴν αὐτὴν ὑπάρχειν.
因为诗人所说的海伦从埃及底比斯的托恩之妻波吕达姆娜那里获得的忘忧药,他似乎对其进行过精确的调查;因为据说即使是现在,该城的妇女仍在使用前述的功效,且据传唯有迪奥斯波利斯的妇女自古以来就发现了平息愤怒与悲伤的药剂;而底比斯和迪奥斯波利斯是同一座城市。
§1.97.8τήν τε Ἀφροδίτην ὀνομάζεσθαι παρὰ τοῖς ἐγχωρίοις χρυσῆν ἐκ παλαιᾶς παραδόσεως, καὶ πεδίον εἶναι καλούμενον χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην Μώμεμφιν.
\n\n此外,根据古老的传说,阿芙罗狄蒂被当地人称为“金色的”,在被称为莫孟菲斯的地区周围有一片被称为“金色阿芙罗狄蒂之平原”的平原。
§1.97.9τά τε περὶ τὸν Δία καὶ τὴν Ἥραν μυθολογούμενα περὶ τῆς συνουσίας καὶ τὴν εἰς Αἰθιοπίαν ἐκδημίαν ἐκεῖθεν αὐτὸν μετενεγκεῖν·
\n\n而且,关于宙斯和赫拉结合以及前往埃塞俄比亚旅行的神话,他也是从那里引入的。
κατʼ ἐνιαυτὸν γὰρ παρὰ τοῖς Αἰγυπτίοις τὸν νεὼν τοῦ Διὸς περαιοῦσθαι τὸν ποταμὸν εἰς τὴν Λιβύην, καὶ μεθʼ ἡμέρας τινὰς πάλιν ἐπιστρέφειν, ὡς ἐξ Αἰθιοπίας τοῦ θεοῦ παρόντος· τήν τε συνουσίαν τῶν θεῶν τούτων, ἐν ταῖς πανηγύρεσι τῶν ναῶν ἀνακομιζομένων ἀμφοτέρων εἰς ὄρος ἄνθεσι παντοίοις ὑπὸ τῶν ἱερέων κατεστρωμένον.
因为每年在埃及人中,宙斯的神殿都会渡河前往利比亚,几天后又返回,仿佛神明是从埃塞俄比亚归来一样;而这些神明的结合也是在祭典中通过由神官们将两座神殿运往一座铺满各种花朵的山上来重现的。