Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.96.1-1.96.9

エジプトを訪れたギリシアの賢者たちと冥府神話の起源

97 / 406 箇所 · ギリシア語

要旨

古代エジプトを訪れてその法と知識を学んだ著名なギリシアの詩人や賢者たちを列挙し、オルフェウスの伝える冥府の神話や儀礼がエジプトの葬儀習慣に由来することを説明する。

§1.96.1τούτων δʼ ἡμῖν διευκρινημένων ῥητέον ὅσοι τῶν παρʼ Ἕλλησι δεδοξασμένων ἐπὶ συνέσει καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις χρόνοις, ἵνα τῶν ἐνταῦθα νομίμων καὶ τῆς παιδείας μετάσχωσιν.
これらのことが我々によって明確にされたので、古代において、エジプトの法律と教養を学び取るために、知性と教養でギリシア人の間で評判の高かった者のうち、どれほど多くの人々がエジプトを訪れたかを語らねばならない。
§1.96.2οἱ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν ἐκ τῶν ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις παραβαλεῖν πρὸς ἑαυτοὺς τὸ παλαιὸν Ὀρφέα τε καὶ Μουσαῖον καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην, ἔτι δὲ Σόλωνα τὸν Ἀθηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον, ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον καὶ τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ Δημόκριτον τὸν Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον.
というのも、エジプトの神官たちは、聖なる書物の記録から、古代において、オルフェウス、ムーサイオス、メランプース、ダイダロスが彼らのもとを訪れたと伝え、さらにこれらに加えて詩人ホメロス、スパルタ人リュクルゴス、またアテナイ人ソロン、哲学者プラトン、さらにサモス人ピュタゴラス、数学者エウドクソス、またアブデラ人デモクリトス、キオス人オイノピデスもやって来たと伝えているからである。
§1.96.3πάντων δὲ τούτων σημεῖα δεικνύουσι τῶν μὲν εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας, ἔκ τε τῆς ἑκάστῳ ζηλωθείσης παιδείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνέχθαι πάντα διʼ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν.
そして、これらすべての人々の証拠として、ある人々については肖像を、別の人々については場所や建造物の同名の呼称を示し、各自が熱心に追求した教養からも証拠を挙げて、彼らがギリシア人の間で称賛されるもととなったすべてのものがエジプトから持ち込まれたものであることを立証している。
§1.96.4Ὀρφέα μὲν γὰρ τῶν μυστικῶν τελετῶν τὰ πλεῖστα καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα καὶ τὴν τῶν ἐν ᾅδου μυθοποιίαν ἀπενέγκασθαι.
すなわち、オルフェウスは神秘的な儀礼の大部分と、自分自身の遍歴に関して執り行われる秘儀、そして冥府における事物についての神話創作を持ち帰ったとされる。
§1.96.5τὴν μὲν γὰρ Ὀσίριδος τελετὴν τῇ Διονύσου τὴν αὐτὴν εἶναι, τὴν δὲ τῆς Ἴσιδος τῇ τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν, τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων·
というのも、オシリスの儀礼はディオニュソスのものと同一であり、イシスの儀礼はデメテルのものと極めて類似していて、名前だけが変更されているからである。
τὰς δὲ τῶν ἀσεβῶν ἐν ᾅδου τιμωρίας καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν μιμησάμενον τὰ γινόμενα περὶ τὰς ταφὰς τὰς κατʼ Αἴγυπτον.
そして、不敬虔な者たちの冥府における処罰や、敬虔な者たちの野原、また大衆の間で作り出された幻影の描写は、エジプトにおける葬儀に関わる営みを模倣して導入されたのである。
§1.96.6τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν κατὰ τὸ παλαιὸν νόμιμον παρʼ Αἰγυπτίοις ἀναγαγόντα τὸ τοῦ Ἄπιδος σῶμα μέχρι τινὸς παραδιδόναι τῷ περικειμένῳ τὴν τοῦ Κερβέρου προτομήν.
というのも、エジプト人の古い慣習によれば、魂を導く者であるヘルメスは、アピスの遺体をある場所まで運び上げたのち、ケルベロスの頭部を身につけている者に引き渡すからである。
τοῦ δʼ Ὀρφέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν Ὅμηρον ἀκολούθως τούτῳ θεῖναι κατὰ τὴν ποίησιν "Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων, ἔχε δὲ ῥάβδον μετὰ χερσίν.
そして、オルフェウスがこのことをギリシア人の間で示したので、ホメロスはこれに従って自らの詩の中に以下のように書いたのである。 「キュレネのヘルメスは、求婚者たちの男らの魂を呼び出し、手には杖を持っていた。
" εἶτα πάλιν ὑποβάντα λέγειν "πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων ἤισαν·
」それからさらに、少し後に以下のように語っている。 「彼らはオケアノスの流れとレウカスの岩を通り過ぎ、さらに太陽の門と夢の国を通り過ぎて進んだ。
αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
そしてすぐにアスポデロスの野に到着した。 そこは、息絶えた者たちの幻影である魂が住まう場所であった。
" §1.96.7ὠκεανὸν μὲν οὖν καλεῖν τὸν ποταμὸν διὰ τὸ τοὺς Αἰγυπτίους κατὰ τὴν ἰδίαν διάλεκτον Ὠκεανὸν λέγειν τὸν Νεῖλον, Ἡλίου δὲ πύλας τὴν πόλιν τὴν τῶν Ἡλιοπολιτῶν, λειμῶνα δʼ ὀνομάζειν, τὴν μυθολογουμένην οἴκησιν τῶν μετηλλαχότων, τὸν παρὰ τὴν λίμνην τόπον τὴν καλουμένην μὲν Ἀχερουσίαν, πλησίον δὲ οὖσαν τῆς Μέμφεως, ὄντων περὶ αὐτὴν λειμώνων καλλίστων, ἕλους καὶ λωτοῦ καὶ καλάμου.
」さて、彼がオケアノスと呼んでいるのはあの川のことである。 なぜなら、エジプト人たちは独自の言語でナイル川のことをオケアノスと呼んでいるからである。 また「太陽の門」とはヘリオポリス人の都市のことであり、さらに、神話で語られる死者たちの住処を「野原」と呼んでいるのは、アケルーシアと呼ばれ、メンフィスの近くにある湖の傍らの場所のことである。 その湖の周囲には、湿地や蓮や葦が生い茂る極めて美しい野原が広がっているからである。
ἀκολούθως δʼ εἰρῆσθαι καὶ τὸ κατοικεῖν τοὺς τελευτήσαντας ἐν τούτοις τοῖς τόποις διὰ τὸ τὰς τῶν Αἰγυπτίων ταφὰς τὰς πλείστας καὶ μεγίστας ἐνταῦθα γίνεσθαι, διαπορθμευομένων μὲν τῶν νεκρῶν διά τε τοῦ ποταμοῦ καὶ τῆς Ἀχερουσίας λίμνης, τιθεμένων δὲ τῶν σωμάτων εἰς τὰς ἐνταῦθα κειμένας θήκας.
そして、死を遂げた者たちがこれらの場所に居住するということも、それに応じて語られている。 なぜなら、エジプト人の葬儀の大部分かつ最大規模のものがこの場所で行われ、死者たちが川とアケルーシア湖を渡されて運ばれ、遺体がここに置かれた墓に安置されるからである。
§1.96.8συμφωνεῖν δὲ καὶ τἄλλα τὰ παρὰ τοῖς Ἕλλησι καθʼ ᾅδου μυθολογούμενα τοῖς ἔτι νῦν γινομένοις κατʼ Αἴγυπτον·
また、ギリシア人の間で冥府に関して語られているその他の神話的な事柄も、現在でもエジプトで行われている慣行と一致している。
τὸ μὲν γὰρ διακομίζον τὰ σώματα πλοῖον βᾶριν καλεῖσθαι, τὸ δʼ ἐπίβαθρον τῷ πορθμεῖ δίδοσθαι, καλουμένῳ κατὰ τὴν ἐγχώριον διάλεκτον χάρωνι.
すなわち、遺体を運ぶ舟は「バリス」と呼ばれ、渡し守には乗船料が支払われ、その渡し守は現地の言葉で「カロン」と呼ばれるからである。
§1.96.9εἶναι δὲ λέγουσι πλησίον τῶν τόπων τούτων καὶ σκοτίας Ἑκάτης ἱερὸν καὶ πύλας Κωκυτοῦ καὶ Λήθης διειλημμένας χαλκοῖς ὀχεῦσιν.
また、これらの場所の近くには暗闇のヘカテの神殿や、青銅の閂で閉ざされたコキュトスとレテの門があると言われている。
ὑπάρχειν δὲ καὶ ἄλλας πύλας Ἀληθείας, καὶ πλησίον τούτων εἴδωλον ἀκέφαλον ἑστάναι Δίκης.
さらに別の「真理」の門も存在し、その近くには頭部のない「正義」の像が立っているという。

語釈・文法注

  1. 1.96.1τούτων δʼ ἡμῖν διευκρινημένων — 独立属格構文であり、前章までのエジプトの法制の歴史に関する記述が整理・完了したことを示す。
  2. 1.96.2παραβαλεῖν πρὸς ἑαυτοὺς τὸ παλαιὸν Ὀρφέα τε καὶ Μουσαῖον... — 述部動詞 ἱστοροῦσιν(伝えている)の目的語となる対格不定詞構文。対格名詞(Ὀρφέα 等)が不定詞 παραβαλεῖν および後続の ἐλθεῖν の意味上の主語となっている。
  3. 1.96.3συνιστάντες ἐξ Αἰγύπτου μετενηνέχθαι πάντα διʼ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν — 現在分詞 συνιστάντες(立証しながら)に導かれる対格不定詞構文(μετενηνέχθαι πάντα)。関係代名詞 ὧν は先行詞 πάντα の格に引かれて属格に変化(関係代名詞の引込み)しており、本来は διʼ ἅ となるべきところである。
  4. 1.96.4Ὀρφέα μὲν γὰρ... ἀπενέγκασθαι — 間接話法における対格不定詞構文。文脈上、1.96.2 の伝聞動詞 ἱστοροῦσιν(伝えている)等の支配が継続しており、対格主語 Ὀρφέα と不定詞 ἀπενέγκασθαι から構成される。
  5. 1.96.6τοῦ δʼ Ὀρφέως τοῦτο καταδείξαντος — 独立属格構文であり、時または理由(オルフェウスがこのことを示したので/示した時に)を表す。
  6. 1.96.7ἀκολούθως δʼ εἰρῆσθαι καὶ τὸ κατοικεῖν τοὺς τελευτήσαντας — 受動態不定詞 εἰρῆσθαι(語られている)の実質的な主語として、冠詞付き不定詞 τὸ κατοικεῖν(居住すること)が置かれている。さらに τοὺς τελευτήσαντας(死者たち)は κατοικεῖν の意味上の主語(対格)である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.96.1-1.96.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.96.1-1.96.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。