§1.95.1μετὰ δὲ τοῦτον προσελθεῖν λέγουσι τοῖς νόμοις Ἄμασιν τὸν βασιλέα, ὃν ἱστοροῦσι τὰ περὶ τοὺς νομάρχας διατάξαι καὶ τὰ περὶ τὴν σύμπασαν οἰκονομίαν τῆς Αἰγύπτου.
在此人之后,据说雅赫摩斯王着手于法律的制定,据记载他规范了关于地方长官(诺玛尔赫斯)的事务,并整顿了埃及的整个行政管理。
παραδέδοται δὲ συνετός τε γεγονέναι καθʼ ὑπερβολὴν καὶ τὸν τρόπον ἐπιεικὴς καὶ δίκαιος· ὧν ἕνεκα καὶ τοὺς Αἰγυπτίους αὐτῷ περιτεθεικέναι τὴν ἀρχὴν οὐκ ὄντι γένους βασιλικοῦ.
据传他极其睿智,在性格上温和且公正;由于这些原因,尽管他并非出自王室家族,埃及人仍将王权授予了他。
§1.95.2φασὶ δὲ καὶ τοὺς Ἠλείους, σπουδάζοντας περὶ τὸν Ὀλυμπικὸν ἀγῶνα, πρεσβευτὰς ἀποστεῖλαι πρὸς αὐτὸν ἐρωτήσοντας πῶς ἂν γένοιτο δικαιότατος·
据说,非常热衷于奥林匹克运动会的伊利斯人也曾派遣使节去见他,询问如何才能使运动会最为公正;而他回答说:“如果没有一个伊利斯人参赛的话。
τὸν δʼ εἰπεῖν, ἐὰν μηδεὶς Ἠλεῖος ἀγωνίζηται. §1.95.3Πολυκράτους δὲ τοῦ Σαμίων δυνάστου συντεθειμένου πρὸς αὐτὸν φιλίαν, καὶ βιαίως προσφερομένου τοῖς τε πολίταις καὶ τοῖς εἰς Σάμον καταπλέουσι ξένοις, τὸ μὲν πρῶτον λέγεται πρεσβευτὰς ἀποστείλαντα παρακαλεῖν αὐτὸν ἐπὶ τὴν μετριότητα·
” 当萨摩斯的统治者波利克拉特斯与他结为友好关系,并对市民以及驶入萨摩斯的异邦人采取暴力行为时,据说起初雅赫摩斯派遣使节劝告他要适度。
οὐ προσέχοντος δʼ αὐτοῦ τοῖς λόγοις ἐπιστολὴν γράψαι τὴν φιλίαν καὶ τὴν ξενίαν τὴν πρὸς αὐτὸν διαλυόμενον· οὐ γὰρ βούλεσθαι λυπηθῆναι συντόμως ἑαυτόν, ἀκριβῶς εἰδότα διότι πλησίον ἐστὶν αὐτῷ τὸ κακῶς παθεῖν οὕτω προεστηκότι τῆς τυραννίδος.
但由于波利克拉特斯不听劝告,雅赫摩斯便写信解除了与他的友谊和宾客关系;因为他熟知对于这样领导着僭主统治的人来说,遭受厄运已经迫在眉睫,因此他不想让自己很快陷入悲伤。
θαυμασθῆναι δʼ αὐτόν φασι παρὰ τοῖς Ἕλλησι διά τε τὴν ἐπιείκειαν καὶ διὰ τὸ τῷ Πολυκράτει ταχέως ἀποβῆναι τὰ ῥηθέντα.
据说,雅赫摩斯因为他的温和,以及他所说的话很快在波利克拉特斯身上应验,而在希腊人中赢得了极大的赞赏。
§1.95.4ἕκτον δὲ λέγεται τὸν Ξέρξου πατέρα Δαρεῖον τοῖς νόμοις ἐπιστῆναι τοῖς τῶν Αἰγυπτίων· μισήσαντα γὰρ τὴν παρανομίαν τὴν εἰς τὰ κατʼ Αἴγυπτον ἱερὰ γενομένην ὑπὸ Καμβύσου τοῦ προβασιλεύσαντος ζηλῶσαι βίον ἐπιεικῆ καὶ φιλόθεον.
第六,据说薛西斯的父亲大流士曾关注并致力于埃及的法律;因为他厌恶前任国王冈比西斯对埃及神庙所犯下的不法行为,并渴望效仿一种温和且敬畏神明的生活。
§1.95.5ὁμιλῆσαι μὲν γὰρ αὐτοῖς τοῖς ἱερεῦσι τοῖς ἐν Αἰγύπτῳ καὶ μεταλαβεῖν αὐτὸν τῆς τε θεολογίας καὶ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγεγραμμένων πράξεων· ἐκ δὲ τούτων ἱστορήσαντα τήν τε μεγαλοψυχίαν τῶν ἀρχαίων βασιλέων καὶ τὴν εἰς τοὺς ἀρχομένους εὔνοιαν μιμήσασθαι τὸν ἐκείνων βίον, καὶ διὰ τοῦτο τηλικαύτης τυχεῖν τιμῆς ὥσθʼ ὑπὸ τῶν Αἰγυπτίων ζῶντα μὲν θεὸν προσαγορεύεσθαι μόνον τῶν ἁπάντων βασιλέων, τελευτήσαντα δὲ τιμῶν τυχεῖν ἴσων τοῖς τὸ παλαιὸν νομιμώτατα βασιλεύσασι κατʼ Αἴγυπτον.
因为他与埃及当地的神官们交往,并亲自学习了神学以及记录在神圣书籍中的历史事迹;他从中了解了古代国王们的宽宏大量和对臣民的善意,进而效仿了他们的生活,因此他获得了如此巨大的尊荣,以至于在活着时被埃及人称作神(在所有国王中仅此一人),而死后则获得了与古代以最守法的方式统治埃及的君主们同等的荣誉。
§1.95.6τὴν μὲν οὖν κοινὴν νομοθεσίαν συντελεσθῆναί φασιν ὑπὸ τῶν εἰρημένων ἀνδρῶν, καὶ δόξης τυχεῖν τῆς διαδεδομένης παρὰ τοῖς ἄλλοις· ἐν δὲ τοῖς ὕστερον χρόνοις πολλὰ τῶν καλῶς ἔχειν δοκούντων νομίμων φασὶ κινηθῆναι, Μακεδόνων ἐπικρατησάντων καὶ καταλυσάντων εἰς τέλος τὴν βασιλείαν τῶν ἐγχωρίων.
的确,据说普世的法制度是由上述人们所完成的,并赢得了流传在其他民族中的名声;但据说在后世,许多曾被认为优良的法律制度遭到了废改,那是在马其顿人占了上风并最终消灭了当地人的王权之时。